ΚΡ. Ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν·
ὑμᾶς δ’ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
(165) ἔστειλ’ ἱκέσθαι, τοῦτο μὲν τὰ Λαΐου
σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
τοῦτ’ αὖθις, ἡνίκ’ Οἰδίπους ὤρθου πόλιν,
κἀπεὶ διώλετ’, ἀμφὶ τοὺς κείνων ἔτι
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
(170) Ὅτ’ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
καθ’ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
πληγέντες αὐτόχειρι σὺν μιάσματι,
ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
γένους κατ’ ἀγχιστεῖα τῶν ὀλωλότων.
(175) Ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
Ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
(180) ἀλλ’ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
καὶ μείζον’ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
Ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ’ ὁρῶν ἀεί,
(185) οὔτ’ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
οὔτ’ ἂν φίλον ποτ’ ἄνδρα δυσμενῆ χθονὸς
θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
ἥδ’ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
(190) πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
τοιοῖσδ’ ἐγὼ νόμοισι τήνδ’ αὔξω πόλιν.
Καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
ἀστοῖσι παίδων τῶν ἀπ’ Οἰδίπου πέρι·
Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
(195) ὄλωλε τῆσδε, πάντ’ ἀριστεύσας δορί,
τάφῳ τε κρύψαι καὶ τὰ πάντ’ ἀφαγνίσαι
ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς·
τὸν δ’ αὖ ξύναιμον τοῦδε, Πολυνείκην λέγω,
ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
(200) φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
πρῆσαι κατάκρας, ἠθέλησε δ’ αἵματος
κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
τοῦτον πόλει τῇδ’ ἐκκεκήρυκται τάφῳ
μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
(205) ἐᾶν δ’ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ’ ἰδεῖν.
Τοιόνδ’ ἐμὸν φρόνημα, κοὔποτ’ ἔκ γ’ ἐμοῦ
τιμὴν προέξουσ’ οἱ κακοὶ τῶν ἐνδίκων.
Ἀλλ’ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
(210) καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
ΧΟ. Σοὶ ταῦτ’ ἀρέσκει, παῖ Μενοικέως, ποιεῖν,
τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει·
νόμῳ δὲ χρῆσθαι παντί, πού γ’ ἔνεστί σοι
καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
(215) ΚΡ. Ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων
ΧΟ. Νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
ΚΡ. Ἀλλ’ εἴσ’ ἑτοῖμοι τοῦ νεκροῦ γ’ ἐπίσκοποι.
ΧΟ. Τί δῆτ’ ἂν ἄλλο τοῦτ’ ἐπεντέλλοις ἔτι;
ΚΡ. Τὸ μὴ ’πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
(220) ΧΟ. Οὐκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
ΚΡ. Καὶ μὴν ὁ μισθός γ’ οὗτος· ἀλλ’ ὑπ’ ἐλπίδων
ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
ΦΥ. Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
(225) Πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη,
τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
τλήμων, μενεῖς αὖ; κεἰ τάδ’ εἴσεται Κρέων
(230) ἄλλου παρ’ ἀνδρός, πῶς σὺ δῆτ’ οὐκ ἀλγυνῇ;
Τοιαῦθ’ ἑλίσσων ἤνυτον σχολῇ βραδύς,
χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
Τέλος γε μέντοι δεῦρ’ ἐνίκησεν μολεῖν
σοί· κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ’ ὅμως.
(235) Τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
ΚΡ. Τί δ’ ἐστὶν ἀνθ’ οὗ τήνδ’ ἔχεις ἀθυμίαν;
ΦΥ. Φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ
πρᾶγμ’ οὔτ’ ἔδρασ’ οὔτ’ εἶδον ὅστις ἦν ὁ δρῶν
(240) οὐδ’ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.
ΚΡ. Εὖ γε στοχάζῃ κἀποφράγνυσαι κύκλῳ
τὸ πρᾶγμα· δηλοῖς δ’ ὥς τι σημαίνων νέον.
ΦΥ. Τὰ δεινὰ γάρ τοι προστίθησ’ ὄκνον πολύν.
ΚΡ. Οὔκουν ἐρεῖς ποτ’, εἶτ’ ἀπαλλαχθεὶς ἄπει;
(245) ΦΥ. Καὶ δὴ λέγω σοι· τὸν νεκρόν τις ἀρτίως
θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή.
ΚΡ. Τί φῄς; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
ΦΥ. Οὐκ οἶδ’· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
(250) πλῆγμ’, οὐ δικέλλης ἐκβολή· στύφλος δὲ γῆ
καὶ χέρσος, ἀρρὼξ οὐδ’ ἐπημαξευμένη
τροχοῖσιν, ἀλλ’ ἄσημος οὑργάτης τις ἦν.
Ὅπως δ’ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν·
(255) ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,
λεπτὴ δ’ ἄγος φεύγοντος ὣς ἐπῆν κόνις.
Σημεῖα δ’ οὔτε θηρὸς οὔτε του κυνῶν
ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
Λόγοι δ’ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
(260) φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο
πληγὴ τελευτῶσ’, οὐδ’ ὁ κωλύσων παρῆν.
Εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
κοὐδεὶς ἐναργής, ἀλλ’ ἔφευγε μὴ εἰδέναι.
Ἦμεν δ’ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν,
(265) καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν
τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
τὸ πρᾶγμα βουλεύσαντι μήτ’ εἰργασμένῳ.
Τέλος δ’ ὅτ’ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
λέγει τις εἷς, ὃς πάντας ἐς πέδον κάρα
(270) νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν
οὔτ’ ἀντιφωνεῖν οὔθ’ ὅπως δρῶντες καλῶς
πράξαιμεν. Ἦν δ’ ὁ μῦθος ὡς ἀνοιστέον
σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
Καὶ ταῦτ’ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
(275) πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
Πάρειμι δ’ ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ ὅτι·
στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
ΧΟ. Ἄναξ, ἐμοί τοι μή τι καὶ θεήλατον
τοὔργον τόδ’ ἡ ξύννοια βουλεύει πάλαι.
(280) ΚΡ. Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων,
μὴ ’φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
Λέγεις γὰρ οὐκ ἀνεκτά δαίμονας λέγων
πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
Πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
(285) ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
ναοὺς πυρώσων ἦλθε κἀναθήματα
καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
Οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
(290) ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί
κρυφῇ, κάρα σείοντες, οὐδ’ ὑπὸ ζυγῷ
λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
Ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
(295) Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
κακὸν νόμισμ’ ἔβλαστε· τοῦτο καὶ πόλεις
πορθεῖ, τόδ’ ἄνδρας ἐξανίστησιν δόμων
τόδ’ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ’ ἵστασθαι βροτῶν
(300) πανουργίας δ’ ἔδειξεν ἀνθρώποις ἔχειν
καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
Ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
χρόνῳ ποτ’ ἐξέπραξαν ὡς δοῦναι δίκην.
Ἀλλ’ εἴπερ ἴσχει Ζεὺς ἔτ’ ἐξ ἐμοῦ σέβας
(305) εὖ τοῦτ’ ἐπίστασ’, ὅρκιος δέ σοι λέγω,
εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
εὑρόντες ἐκφανεῖτ’ ἐς ὀφθαλμοὺς ἐμούς,
οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ ὕβριν,
(310) ἵν’ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ’ ὅτι
οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
Ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
(315) ΦΥ. Εἰπεῖν δὲ δώσεις, ἢ στραφεὶς οὕτως ἴω;
ΚΡ. Οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
ΦΥ. Ἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνῃ;
ΚΡ. Τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
ΦΥ. Ὁ δρῶν σ’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ.
(320) ΚΡ. Οἴμ’ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
ΦΥ. Οὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ.
ΚΡ. Καὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
ΦΥ. Φεῦ· ἦ δεινὸν, ᾧ δοκεῖ γε, καὶ ψευδῆ δοκεῖν.
ΚΡ. Κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
(325) φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
ΦΥ. Ἀλλ’ εὑρεθείη μὲν μάλιστ’· ἐὰν δέ τοι
ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
οὐκ ἔσθ’ ὅπως ὄψει σὺ δεῦρ’ ἐλθόντα με.
(330) Καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς
σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
|