Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ

ΑΡΙΣΤ Ρητ 1374b24–1375a21

Ποια αδικήματα είναι βαρύτερα και ποια λιγότερο βαριά;
Μετά την πραγμάτευση όσων οφείλει να γνωρίζει όποιος γράφει συμβουλευτικούς ή επιδεικτικούς λόγους, ο Αριστοτέλης πέρασε στο τρίτο είδος των ρητορικών λόγων, τους δικανικούς. Αφού καθόρισε ποιες είναι οι άδικες πράξεις και πότε αδικούν οι άνθρωποι, συνεχίζει:

    Ἀδίκημα δὲ μεῖζον, ὅσῳ ἂν ἀπὸ μείζονος ᾖ ἀδι-
(25) κίας· διὸ τὰ ἐλάχιστα μέγιστα, οἷον ὃ Μελανώπου
Καλλίστρατος κατηγόρει, ὅτι παρελογίσατο τρία ἡμιωβέλια
ἱερὰ τοὺς ναοποιούς· ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον. ἔστιν
δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει· ὁ γὰρ τρία ἡμιω-
βέλια ἱερὰ κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. ὁτὲ μὲν δὴ οὕτω
(30) τὸ μεῖζον, ὁτὲ δ’ ἐκ τοῦ βλάβους κρίνεται. καὶ οὗ μὴ ἔστιν
ἴση τιμωρία, ἀλλὰ πᾶσα ἐλάττων. καὶ οὗ μὴ ἔστιν ἴασις·
χαλεπὸν γὰρ †καὶ ἀδύνατον†. καὶ οὗ μὴ ἔστιν δίκην λαβεῖν
τὸν παθόντα· ἀνίατον γάρ· ἡ γὰρ δίκη καὶ κόλασις καὶ ἴασις.
καὶ εἰ ὁ παθὼν καὶ ἀδικηθεὶς αὐτὸς αὑτὸν μεγάλως ἐκό-
(35) λασεν· ἔτι γὰρ μείζονι ὁ ποιήσας δίκαιος κολασθῆναι,
οἷον Σοφοκλῆς ὑπὲρ Εὐκτήμονος συνηγορῶν, ἐπεὶ ἀπέσφα-
[1375a] ξεν ἑαυτὸν ὑβρισθείς, οὐ τιμήσειν ἔφη ἐλάττονος ἢ ὁ πα-
θὼν ἑαυτῷ ἐτίμησεν. καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετ’ ὀλίγων
πεποίηκεν. καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν [μέγα].
καὶ δι’ ὃ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα,
(5) οἷον ἐν Ἄργει ζημιοῦται δι’ ὃν ἂν νόμος τεθῇ καὶ δι’ οὓς τὸ
δεσμωτήριον ᾠκοδομήθη. καὶ τὸ θηριωδέστερον ἀδίκημα
μεῖζον. καὶ ὃ ἐκ προνοίας μᾶλλον. καὶ ὃ οἱ ἀκούοντες
φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι
τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον
(10) ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων
ὑπεροχή. καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ
ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν,
εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφ’ οἷς αἰσχύνη μάλιστα.
καὶ εἰ τοῦτον ὑφ’ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε
(15) κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ. καὶ ὃ παρὰ τὰ ἄγραφα δί-
καια· ἀμείνονος γὰρ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι· τὰ μὲν
οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δ’ ἄγραφα οὔ. ἄλλον
δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα· ὁ γὰρ τὰ φο-
βερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια ἀδι-
(20) κήσειεν ἄν. περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάτ-
τονος εἴρηται.