Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΦΑΙΔΡΟΣ

ΠΛ Φαιδρ 274c–275b

Ο αιγύπτιος βασιλιάς Θαμούς αμφισβητεί τα πλεονεκτήματα της γραφής
Στο δεύτερο τμήμα του διαλόγου το θέμα που εξετάζεται πλέον είναι η φύση της γνήσιας ρητορικής (για το θέμα του πρώτου μέρους βλ. ΠΛ Φαιδρ 243e–247c). Ο Σωκράτης απέδειξε ότι μόνον η διαλεκτική, που εξασφαλίζει την αλήθεια, είναι το μέσο για να μετατραπεί η ρητορική από άγονη ενασχόληση σε γνήσια τέχνη, ενώ στη συνέχεια πέρασε στον καθορισμό της σχέσης προφορικού και γραπτού λόγου.

    [274c] ΣΩ. Ἀκοήν γ’ ἔχω λέγειν τῶν προτέρων, τὸ δ’ ἀληθὲς
αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γ’ ἂν ἔθ’
ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;

    ΦΑΙ. Γελοῖον ἤρου· ἀλλ’ ἃ φῂς ἀκηκοέναι λέγε.

    ΣΩ. Ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γε-
νέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν
ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ.
τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ
[274d] γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας,
καὶ δὴ καὶ γράμματα. βασιλέως δ’ αὖ τότε ὄντος Αἰγύπτου
ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ
Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα,
παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη
δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· ὁ δὲ ἤρετο ἥντινα
ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ
[274e] καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δ’ ἐπῄνει. πολλὰ
μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπ’ ἀμφότερα Θαμοῦν τῷ
Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν·
ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, «Τοῦτο δέ, ὦ βασιλεῦ, τὸ
μάθημα», ἔφη ὁ Θεύθ, «σοφωτέρους Αἰγυπτίους καὶ μνημο-
νικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον
ηὑρέθη». ὁ δ’ εἶπεν· «Ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν
τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίν’ ἔχει μοῖραν
βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν
[275a] σύ, πατὴρ ὢν γραμμάτων, δι’ εὔνοιαν τοὐναντίον εἶπες ἢ
δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς
παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν
ὑπ’ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφ’ αὑτῶν ἀναμι-
μνῃσκομένους· οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον
ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορί-
ζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώ-
[275b] μονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες,
καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν».