Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΣΥΜΠΟΣΙΟΝ

ΠΛ Συμπ 198a–199c

Ο Σωκράτης ζητά να μιλήσει με τον δικό του τρόπο για τον Έρωτα
Θέμα συζητήσεως στο συμπόσιο αυτό, το οποίο διοργανώνεται προς τιμήν του τραγικού ποιητή Αγάθωνα για την πρώτη του νίκη σε δραματικούς αγώνες, είναι η ουσία και η φύση του Έρωτα. Πατὴρ τοῦ λόγου είναι ο Φαίδρος, ο οποίος κάλεσε τον Αγάθωνα να εκφωνήσει μετά τον Ερυξίμαχο το δικό του εγκώμιο στον Έρωτα. Ο Σωκράτης προέβλεψε ότι ο Αγάθωνας θα εκφωνούσε έναν ποιοτικό λόγο. Ο νεαρός ποιητής, ακολουθώντας τη μέθοδο των σοφιστών, επέλεξε να εγκωμιάσει τον Θεό απαριθμώντας τα χαρακτηριστικά του. Μόλις τελείωσε, ο Σωκράτης επισημαίνει:

    [198a] Εἰπόντος δὲ τοῦ Ἀγάθωνος πάντας ἔφη ὁ Ἀριστόδημος
ἀναθορυβῆσαι τοὺς παρόντας, ὡς πρεπόντως τοῦ νεανίσκου
εἰρηκότος καὶ αὑτῷ καὶ τῷ θεῷ. τὸν οὖν Σωκράτη εἰπεῖν
βλέψαντα εἰς τὸν Ἐρυξίμαχον, Ἆρά σοι δοκῶ, φάναι, ὦ
παῖ Ἀκουμενοῦ, ἀδεὲς πάλαι δέος δεδιέναι, ἀλλ’ οὐ μαντικῶς
ἃ νυνδὴ ἔλεγον εἰπεῖν, ὅτι Ἀγάθων θαυμαστῶς ἐροῖ, ἐγὼ δ’
ἀπορήσοιμι;

    Τὸ μὲν ἕτερον, φάναι τὸν Ἐρυξίμαχον, μαντικῶς μοι
δοκεῖς εἰρηκέναι, ὅτι Ἀγάθων εὖ ἐρεῖ· τὸ δὲ σὲ ἀπορήσειν,
οὐκ οἶμαι.

    [198b] Καὶ πῶς, ὦ μακάριε, εἰπεῖν τὸν Σωκράτη, οὐ μέλλω
ἀπορεῖν καὶ ἐγὼ καὶ ἄλλος ὁστισοῦν, μέλλων λέξειν μετὰ
καλὸν οὕτω καὶ παντοδαπὸν λόγον ῥηθέντα; καὶ τὰ μὲν ἄλλα
οὐχ ὁμοίως μὲν θαυμαστά· τὸ δὲ ἐπὶ τελευτῆς τοῦ κάλλους
τῶν ὀνομάτων καὶ ῥημάτων τίς οὐκ ἂν ἐξεπλάγη ἀκούων;
ἐπεὶ ἔγωγε ἐνθυμούμενος ὅτι αὐτὸς οὐχ οἷός τ’ ἔσομαι οὐδ’
ἐγγὺς τούτων οὐδὲν καλὸν εἰπεῖν, ὑπ’ αἰσχύνης ὀλίγου
[198c] ἀποδρὰς ᾠχόμην, εἴ πῃ εἶχον. καὶ γάρ με Γοργίου ὁ λόγος
ἀνεμίμνῃσκεν, ὥστε ἀτεχνῶς τὸ τοῦ Ὁμήρου ἐπεπόνθη·
ἐφοβούμην μή μοι τελευτῶν ὁ Ἀγάθων Γοργίου κεφαλὴν
δεινοῦ λέγειν ἐν τῷ λόγῳ ἐπὶ τὸν ἐμὸν λόγον πέμψας αὐτόν
με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν. καὶ ἐνενόησα τότε ἄρα
καταγέλαστος ὤν, ἡνίκα ὑμῖν ὡμολόγουν ἐν τῷ μέρει μεθ’
[198d] ὑμῶν ἐγκωμιάσεσθαι τὸν Ἔρωτα καὶ ἔφην εἶναι δεινὸς τὰ
ἐρωτικά, οὐδὲν εἰδὼς ἄρα τοῦ πράγματος, ὡς ἔδει ἐγκωμιάζειν
ὁτιοῦν. ἐγὼ μὲν γὰρ ὑπ’ ἀβελτερίας ᾤμην δεῖν τἀληθῆ
λέγειν περὶ ἑκάστου τοῦ ἐγκωμιαζομένου, καὶ τοῦτο μὲν
ὑπάρχειν, ἐξ αὐτῶν δὲ τούτων τὰ κάλλιστα ἐκλεγομένους
ὡς εὐπρεπέστατα τιθέναι· καὶ πάνυ δὴ μέγα ἐφρόνουν ὡς εὖ
ἐρῶν, ὡς εἰδὼς τὴν ἀλήθειαν τοῦ ἐπαινεῖν ὁτιοῦν. τὸ δὲ ἄρα,
ὡς ἔοικεν, οὐ τοῦτο ἦν τὸ καλῶς ἐπαινεῖν ὁτιοῦν, ἀλλὰ τὸ ὡς
[198e] μέγιστα ἀνατιθέναι τῷ πράγματι καὶ ὡς κάλλιστα, ἐάν τε ᾖ
οὕτως ἔχοντα ἐάν τε μή· εἰ δὲ ψευδῆ, οὐδὲν ἄρ’ ἦν πρᾶγμα.
προὐρρήθη γάρ, ὡς ἔοικεν, ὅπως ἕκαστος ἡμῶν τὸν Ἔρωτα
ἐγκωμιάζειν δόξει, οὐχ ὅπως ἐγκωμιάσεται. διὰ ταῦτα δὴ
οἶμαι πάντα λόγον κινοῦντες ἀνατίθετε τῷ Ἔρωτι, καί
φατε αὐτὸν τοιοῦτόν τε εἶναι καὶ τοσούτων αἴτιον, ὅπως ἂν
[199a] φαίνηται ὡς κάλλιστος καὶ ἄριστος, δῆλον ὅτι τοῖς μὴ γιγνώ-
σκουσιν ―οὐ γὰρ δήπου τοῖς γε εἰδόσιν― καὶ καλῶς γ’ ἔχει
καὶ σεμνῶς ὁ ἔπαινος. ἀλλὰ γὰρ ἐγὼ οὐκ ᾔδη ἄρα τὸν
τρόπον τοῦ ἐπαίνου, οὐ δ’ εἰδὼς ὑμῖν ὡμολόγησα καὶ αὐτὸς
ἐν τῷ μέρει ἐπαινέσεσθαι. ἡ γλῶσσα οὖν ὑπέσχετο, ἡ δὲ
φρὴν οὔ· χαιρέτω δή. οὐ γὰρ ἔτι ἐγκωμιάζω τοῦτον τὸν
τρόπον ―οὐ γὰρ ἂν δυναίμην― οὐ μέντοι ἀλλὰ τά γε ἀληθῆ,
[199b] εἰ βούλεσθε, ἐθέλω εἰπεῖν κατ’ ἐμαυτόν, οὐ πρὸς τοὺς
ὑμετέρους λόγους, ἵνα μὴ γέλωτα ὄφλω. ὅρα οὖν, ὦ Φαῖδρε,
εἴ τι καὶ τοιούτου λόγου δέῃ, περὶ Ἔρωτος τἀληθῆ λεγόμενα
ἀκούειν, ὀνομάσει δὲ καὶ θέσει ῥημάτων τοιαύτῃ ὁποία δἄν
τις τύχῃ ἐπελθοῦσα.

    Τὸν οὖν Φαῖδρον ἔφη καὶ τοὺς ἄλλους κελεύειν λέγειν,
ὅπῃ αὐτὸς οἴοιτο δεῖν εἰπεῖν, ταύτῃ.

    Ἔτι τοίνυν, φάναι, ὦ Φαῖδρε, πάρες μοι Ἀγάθωνα σμίκρ’
ἄττα ἐρέσθαι, ἵνα ἀνομολογησάμενος παρ’ αὐτοῦ οὕτως ἤδη
λέγω.

    [199c] Ἀλλὰ παρίημι, φάναι τὸν Φαῖδρον, ἀλλ’ ἐρώτα.