Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΡΩΤΑΓΟΡΑΣ

ΠΛ Πρωτ 360e–362a

Το τέλος της συζήτησης: αντιστροφή των αρχικών απόψεων των δύο συνομιλητών ως προς το διδακτό της αρετής
Μετά την παρέκβαση για την ερμηνεία της ωδής του Σιμωνίδη (βλ. ΠΛ Πρωτ 342a–347a), η συζήτηση επανήλθε στο ζήτημα των μορίων και της ουσίας της αρετής, με τον Σωκράτη να επιμένει στη θέση του περί ενότητάς της και να διατυπώνει την άποψη ότι μόνο το αγαθό είναι ευχάριστο και ότι όσοι δεν το επιζητούν, δεν παρασύρονται από την ηδονή, αλλά από την άγνοια. Η άγνοια αυτή μπορεί να θεραπευτεί μόνο με τη διδασκαλία.

    Οὔτοι, ἦν δ’ ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα ἢ
σκέψασθαι βουλόμενος πῶς ποτ’ ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ
τί ποτ’ ἐστὶν αὐτό, ἡ ἀρετή. οἶδα γὰρ ὅτι τούτου φανεροῦ
[361a] γενομένου μάλιστ’ ἂν κατάδηλον γένοιτο ἐκεῖνο περὶ οὗ ἐγώ
τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων
ὡς οὐ διδακτὸν ἀρετή, σὺ δ’ ὡς διδακτόν. καί μοι δοκεῖ ἡμῶν
ἡ ἄρτι ἔξοδος τῶν λόγων ὥσπερ ἄνθρωπος κατηγορεῖν τε καὶ
καταγελᾶν, καὶ εἰ φωνὴν λάβοι, εἰπεῖν ἂν ὅτι «Ἄτοποί γ’
ἐστέ, ὦ Σώκρατές τε καὶ Πρωταγόρα· σὺ μὲν λέγων ὅτι οὐ
διδακτόν ἐστιν ἀρετὴ ἐν τοῖς ἔμπροσθεν, νῦν σεαυτῷ τἀναντία
[361b] σπεύδεις, ἐπιχειρῶν ἀποδεῖξαι ὡς πάντα χρήματά ἐστιν ἐπι-
στήμη, καὶ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἡ ἀνδρεία,
ᾧ τρόπῳ μάλιστ’ ἂν διδακτὸν φανείη ἡ ἀρετή. εἰ μὲν γὰρ
ἄλλο τι ἦν ἢ ἐπιστήμη ἡ ἀρετή, ὥσπερ Πρωταγόρας ἐπεχείρει
λέγειν, σαφῶς οὐκ ἂν ἦν διδακτόν· νῦν δὲ εἰ φανήσεται
ἐπιστήμη ὅλον, ὡς σὺ σπεύδεις, ὦ Σώκρατες, θαυμάσιον
ἔσται μὴ διδακτὸν ὄν. Πρωταγόρας δ’ αὖ διδακτὸν τότε
ὑποθέμενος, νῦν τοὐναντίον ἔοικεν σπεύδοντι ὀλίγου πάντα
[361c] μᾶλλον φανῆναι αὐτὸ ἢ ἐπιστήμην· καὶ οὕτως ἂν ἥκιστα
εἴη διδακτόν». ἐγὼ οὖν, ὦ Πρωταγόρα, πάντα ταῦτα καθορῶν
ἄνω κάτω ταραττόμενα δεινῶς, πᾶσαν προθυμίαν ἔχω κατα-
φανῆ αὐτὰ γενέσθαι, καὶ βουλοίμην ἂν ταῦτα διεξελθόντας
ἡμᾶς ἐξελθεῖν καὶ ἐπὶ τὴν ἀρετὴν ὅτι ἔστιν, καὶ πάλιν
ἐπισκέψασθαι περὶ αὐτοῦ εἴτε διδακτὸν εἴτε μὴ διδακτόν,
μὴ πολλάκις ἡμᾶς ὁ Ἐπιμηθεὺς ἐκεῖνος καὶ ἐν τῇ σκέψει
[361d] σφήλῃ ἐξαπατήσας, ὥσπερ καὶ ἐν τῇ διανομῇ ἠμέλησεν
ἡμῶν, ὡς φῂς σύ. ἤρεσεν οὖν μοι καὶ ἐν τῷ μύθῳ ὁ
Προμηθεὺς μᾶλλον τοῦ Ἐπιμηθέως· ᾧ χρώμενος ἐγὼ καὶ
προμηθούμενος ὑπὲρ τοῦ βίου τοῦ ἐμαυτοῦ παντὸς πάντα
ταῦτα πραγματεύομαι, καὶ εἰ σὺ ἐθέλοις, ὅπερ καὶ κατ’ ἀρχὰς
ἔλεγον, μετὰ σοῦ ἂν ἥδιστα ταῦτα συνδιασκοποίην.

    Καὶ ὁ Πρωταγόρας, Ἐγὼ μέν, ἔφη, ὦ Σώκρατες, ἐπαινῶ
σου τὴν προθυμίαν καὶ τὴν διέξοδον τῶν λόγων. καὶ γὰρ οὔτε
[361e] τἆλλα οἶμαι κακὸς εἶναι ἄνθρωπος, φθονερός τε ἥκιστ’ ἀνθρώ-
πων, ἐπεὶ καὶ περὶ σοῦ πρὸς πολλοὺς δὴ εἴρηκα ὅτι ὧν ἐντυγ-
χάνω πολὺ μάλιστα ἄγαμαι σέ, τῶν μὲν τηλικούτων καὶ πάνυ·
καὶ λέγω γε ὅτι οὐκ ἂν θαυμάζοιμι εἰ τῶν ἐλλογίμων γένοιο
ἀνδρῶν ἐπὶ σοφίᾳ. καὶ περὶ τούτων δὲ εἰς αὖθις, ὅταν βούλῃ,
διέξιμεν· νῦν δ’ ὥρα ἤδη καὶ ἐπ’ ἄλλο τι τρέπεσθαι.

    [362a] Ἀλλ’, ἦν δ’ ἐγώ, οὕτω χρὴ ποιεῖν, εἴ σοι δοκεῖ. καὶ
γὰρ ἐμοὶ οἷπερ ἔφην ἰέναι πάλαι ὥρα, ἀλλὰ Καλλίᾳ τῷ
καλῷ χαριζόμενος παρέμεινα.

    Ταῦτ’ εἰπόντες καὶ ἀκούσαντες ἀπῇμεν.