Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΡΩΤΑΓΟΡΑΣ

ΠΛ Πρωτ 342a–343c

(ΠΛ Πρωτ 342a–347a: Συζήτηση για μια ωδή του Σιμωνίδη) Έπαινος της λακωνικότητας – Το απόφθεγμα του Πιττακού κίνητρο για τη συγγραφή της ωδής του Σιμωνίδη
Ο Σωκράτης επιχείρησε να ορίσει επακριβώς την αρετή (άλλωστε, το διδακτό της αποτελεί το θέμα της συζήτησης) και να αποδείξει ότι αυτή δεν διαφέρει ως προς την ουσία της από τη δικαιοσύνη, την οσιότητα, τη σωφροσύνη, την ανδρεία και τη σοφία, γεγονός που προκάλεσε την έντονη αντίδραση του Πρωταγόρα και λίγο έλειψε να οδηγήσει σε οριστική ρήξη τους δύο κεντρικούς συνομιλητές. Όταν ξανάρχισε η συζήτηση, ο σοφιστής θεώρησε αντιφατικά δύο χωρία μιας ωδής του Σιμωνίδη περί αρετής: εκείνο στο οποίο ο ποιητής ανέφερε ότι είναι δύσκολο να γίνει κάποιος αγαθός και εκείνο στο οποίο έψεγε τον Πιττακό τον Μυτιληναίο, που σε απόφθεγμά του υποστήριξε πως είναι δύσκολο να είναι κανείς αγαθός.

    Ἐγὼ τοίνυν, ἦν δ’ ἐγώ, ἅ γέ μοι δοκεῖ περὶ τοῦ ᾄσματος
τούτου, πειράσομαι ὑμῖν διεξελθεῖν. φιλοσοφία γάρ ἐστιν
παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ
[342b] ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν· ἀλλ’
ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατά-
δηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς
Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχε-
σθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ
περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν. νῦν δὲ
ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι
λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι
[342c] αὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν
καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας
τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους· οἱ δὲ Λακεδαιμόνιοι,
ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρ’ αὑτοῖς συγγενέσθαι
σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενη-
λασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις
ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς
λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων
[342d] εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ
ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις
ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦν-
τες, ἀλλὰ καὶ γυναῖκες. γνοῖτε δ’ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ
λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα
πεπαίδευνται, ὧδε· εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τῷ
φαυλοτάτῳ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοῖς λόγοις εὑρή-
[342e] σει αὐτὸν φαῦλόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχῃ
τῶν λεγομένων, ἐνέβαλεν ῥῆμα ἄξιον λόγου βραχὺ καὶ
συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστής, ὥστε φαίνεσθαι
τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω. τοῦτο οὖν
αὐτὸ καὶ τῶν νῦν εἰσὶν οἳ κατανενοήκασι καὶ τῶν πάλαι, ὅτι
τὸ λακωνίζειν πολὺ μᾶλλόν ἐστιν φιλοσοφεῖν ἢ φιλογυμνα-
στεῖν, εἰδότες ὅτι τοιαῦτα οἷόν τ’ εἶναι ῥήματα φθέγγεσθαι
[343a] τελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου. τούτων ἦν καὶ
Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ
Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος
καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακε-
δαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ
μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι
ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα
ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα· οὗτοι καὶ κοινῇ συνελ-
[343b] θόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν
νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες
ὑμνοῦσιν, Γνῶθι σαυτόν καὶ Μηδὲν ἄγαν. τοῦ δὴ ἕνεκα
ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλο-
σοφίας, βραχυλογία τις Λακωνική· καὶ δὴ καὶ τοῦ Πιττακοῦ
ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν
σοφῶν, τὸ Χαλεπὸν ἐσθλὸν ἔμμεναι ὁ οὖν Σιμωνίδης,
[343c] ἅτε φιλότιμος ὢν ἐπὶ σοφίᾳ, ἔγνω ὅτι εἰ καθέλοι τοῦτο τὸ
ῥῆμα ὥσπερ εὐδοκιμοῦντα ἀθλητὴν καὶ περιγένοιτο αὐτοῦ,
αὐτὸς εὐδοκιμήσει ἐν τοῖς τότε ἀνθρώποις. εἰς τοῦτο οὖν τὸ
ῥῆμα καὶ τούτου ἕνεκα τούτῳ ἐπιβουλεύων κολοῦσαι αὐτὸ
ἅπαν τὸ ᾆσμα πεποίηκεν, ὥς μοι φαίνεται.