Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΙΚΟΣ

ΠΛ Πολιτ 294a–295b

Ο νόμος αποτελεί εμπόδιο για όποιον κατέχει την αληθινή βασιλική επιστήμη
Κατά τον Ξένο (βλ. σχετικά και ΠΛ Πολιτ 271a–272b), ο αληθινός πολιτικός άνδρας διακρίνεται για τη γνώση και τη σοφία του και δικαιούται να επιβάλλει με κάθε τρόπο τη θέλησή του στους πολίτες. Τα συνήθη πολιτεύματα είναι απλές απομιμήσεις του μόνου ορθού, όπου η εξουσία ασκείται από αυτόν τον σοφό άνδρα, ο οποίος για την καλή διοίκηση της πόλης αδιαφορεί ακόμη και για την τήρηση των νόμων. Αυτός ο ισχυρισμός προκάλεσε, ωστόσο, την αντίδραση του νεότερου Σωκράτη, στον οποίο ο Ξένος απαντά με το παρακάτω επιχείρημα:

    ΞΕ. Τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν
ἡ νομοθετική· τὸ δ’ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν
ἀλλ’ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν. οἶσθ’ ὅπῃ;

    ΝΕ. ΣΩ. Πῇ δὴ λέγεις;

    ΞΕ. Ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ
[294b] τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον
ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν
πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν
ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ
ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην
οὐδ’ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που;

    ΝΕ. ΣΩ. Τί μήν;

    ΞΕ. Τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπ’ αὐτὸ τοῦτο
[294c] συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ
μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδ’
ἐπερωτᾶν μηδένα, μηδ’ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον
παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν.

    ΝΕ. ΣΩ. Ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας
νῦν ὁ νόμος ἡμῖν ἑκάστοις.

    ΞΕ. Οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ
τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν;

    ΝΕ. ΣΩ. Κινδυνεύει.

    ΞΕ. Διὰ τί δή ποτ’ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ
[294d] οὐκ ὀρθότατον ὁ νόμος; ἀνευρετέον τούτου τὴν αἰτίαν.

    ΝΕ. ΣΩ. Τί μήν;

    ΞΕ. Οὐκοῦν καὶ παρ’ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις
πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε
πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα;

    ΝΕ. ΣΩ. Καὶ πάνυ γε πολλαί.

    ΞΕ. Φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ
γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.

    ΝΕ. ΣΩ. Τὸ ποῖον;

    ΞΕ. Ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἡγοῦνται καθ’ ἕνα
ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες,
[294e] ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολ-
λοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν.

    ΝΕ. ΣΩ. Καλῶς.

    ΞΕ. Διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις
ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ καταπαύουσι δρόμου καὶ
πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων.

    ΝΕ. ΣΩ. Ἔστι ταῦτα.

    ΞΕ. Καὶ τὸν νομοθέτην τοίνυν ἡγώμεθα, τὸν ταῖσιν
ἀγέλαις ἐπιστατήσοντα τοῦ δικαίου πέρι καὶ τῶν πρὸς ἀλλή-
[295a] λους συμβολαίων, μή ποθ’ ἱκανὸν γενήσεσθαι πᾶσιν ἁθρόοις
προστάττοντα ἀκριβῶς ἑνὶ ἑκάστῳ τὸ προσῆκον ἀποδιδόναι.

    ΝΕ. ΣΩ. Τὸ γοῦν εἰκός.

    ΞΕ. Ἀλλὰ τὸ τοῖς πολλοῖς γε οἶμαι καὶ ὡς ἐπὶ τὸ πολὺ
καί πως οὑτωσὶ παχυτέρως ἑκάστοις τὸν νόμον θήσει, καὶ ἐν
γράμμασιν ἀποδιδοὺς καὶ ἐν ἀγραμμάτοις, πατρίοις δὲ ἔθεσι
νομοθετῶν.

    ΝΕ. ΣΩ. Ὀρθῶς.

    ΞΕ. Ὀρθῶς μέντοι. πῶς γὰρ ἄν τις ἱκανὸς γένοιτ’ ἄν
[295b] ποτε, ὦ Σώκρατες, ὥστε διὰ βίου ἀεὶ παρακαθήμενος ἑκάστῳ
δι’ ἀκριβείας προστάττειν τὸ προσῆκον; ἐπεὶ τοῦτ’ ἂν δυνατὸς
ὤν, ὡς οἶμαι, τῶν τὴν βασιλικὴν ὁστισοῦν ὄντως ἐπιστήμην
εἰληφότων σχολῇ ποτ’ ἂν ἑαυτῷ θεῖτ’ ἐμποδίσματα γράφων
τοὺς λεχθέντας τούτους νόμους.

    ΝΕ. ΣΩ. Ἐκ τῶν νῦν γοῦν, ὦ ξένε, εἰρημένων.