Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΙΚΟΣ

ΠΛ Πολιτ 289c–291c

Οι ανταγωνιστές του βασιλιά–πολιτικού
Στον διάλογο αυτόν διερευνάται η φύση του πολιτικού άνδρα και στα πλαίσια αυτά παραλληλίζεται η πολιτική με την υφαντική. Συγκεκριμένα, οι δύο βασικοί συνομιλητές, ο Ξένος και ο Σωκράτης ο νεότερος, συμφώνησαν ότι, όπως ο υφαντής προμηθεύεται τις πρώτες ύλες, τα εργαλεία ή τα μέσα αποθήκευσης των έργων του χάρη στις διάφορες βοηθητικές τέχνες, έτσι και ο πολιτικός έχει την ανάγκη όσων ασκούν τις βοηθητικές τέχνες, τις οποίες και απαρίθμησαν.

    ΞΕ. Τὸ δὲ δὴ δούλων καὶ πάντων ὑπηρετῶν λοιπόν, ἐν
οἷς που καὶ μαντεύομαι τοὺς περὶ αὐτὸ τὸ πλέγμα ἀμφισβη-
τοῦντας τῷ βασιλεῖ καταφανεῖς γενήσεσθαι, καθάπερ τοῖς
ὑφάνταις τότε τοὺς περὶ τὸ νήθειν τε καὶ ξαίνειν καὶ ὅσα
ἄλλα εἴπομεν. οἱ δὲ ἄλλοι πάντες, ὡς συναίτιοι λεχθέντες,
ἅμα τοῖς ἔργοις τοῖς νυνδὴ ῥηθεῖσιν ἀνήλωνται καὶ ἀπεχωρί-
[289d] σθησαν ἀπὸ βασιλικῆς τε καὶ πολιτικῆς πράξεως.

    ΝΕ. ΣΩ. Ἐοίκασι γοῦν.

    ΞΕ. Ἴθι δὴ σκεψώμεθα τοὺς λοιποὺς προσελθόντες
ἐγγύθεν, ἵνα αὐτοὺς εἰδῶμεν βεβαιότερον.

    ΝΕ. ΣΩ. Οὐκοῦν χρή.

    ΞΕ. Τοὺς μὲν δὴ μεγίστους ὑπηρέτας, ὡς ἐνθένδε ἰδεῖν,
τοὐναντίον ἔχοντας εὑρίσκομεν οἷς ὑπωπτεύσαμεν ἐπιτήδευμα
καὶ πάθος.

    ΝΕ. ΣΩ. Τίνας;

    ΞΕ. Τοὺς ὠνητούς τε καὶ τῷ τρόπῳ τούτῳ κτητούς· οὓς
[289e] ἀναμφισβητήτως δούλους ἔχομεν εἰπεῖν; ἥκιστα βασιλικῆς
μεταποιουμένους τέχνης.

    ΝΕ. ΣΩ. Πῶς δ’ οὔ;

    ΞΕ. Τί δέ; τῶν ἐλευθέρων ὅσοι τοῖς νυνδὴ ῥηθεῖσιν εἰς
ὑπηρετικὴν ἑκόντες αὑτοὺς τάττουσι, τά τε γεωργίας καὶ τὰ
τῶν ἄλλων τεχνῶν ἔργα διακομίζοντες ἐπ’ ἀλλήλους καὶ
ἀνισοῦντες, οἱ μὲν κατ’ ἀγοράς, οἱ δὲ πόλιν ἐκ πόλεως
ἀλλάττοντες κατὰ θάλατταν καὶ πεζῇ, νόμισμά τε πρὸς τὰ
ἄλλα καὶ αὐτὸ πρὸς αὑτὸ διαμείβοντες, οὓς ἀργυραμοιβούς τε
[290a] καὶ ἐμπόρους καὶ ναυκλήρους καὶ καπήλους ἐπωνομάκαμεν,
μῶν τῆς πολιτικῆς ἀμφισβητήσουσί τι;

    ΝΕ. ΣΩ. Τάχ’ ἂν ἴσως τῆς γε τῶν ἐμπορευτικῶν.

    ΞΕ. Ἀλλ’ οὐ μὴν οὕς γε ὁρῶμεν μισθωτοὺς καὶ θῆτας
πᾶσιν ἑτοιμότατα ὑπηρετοῦντας, μή ποτε βασιλικῆς μετα-
ποιουμένους εὕρωμεν.

    ΝΕ. ΣΩ. Πῶς γάρ;

    ΞΕ. Τί δὲ ἄρα τοὺς τὰ τοιάδε διακονοῦντας ἡμῖν ἑκάστοτε;

    ΝΕ. ΣΩ. Τὰ ποῖα εἶπες καὶ τίνας;

    [290b] ΞΕ. Ὧν τὸ κηρυκικὸν ἔθνος, ὅσοι τε περὶ γράμματα
σοφοὶ γίγνονται πολλάκις ὑπηρετήσαντες, καὶ πόλλ’ ἄττα
ἕτερα περὶ τὰς ἀρχὰς διαπονεῖσθαί τινες ἕτεροι πάνδεινοι,
τί τούτους αὖ λέξομεν;

    ΝΕ. ΣΩ. Ὅπερ εἶπες νῦν, ὑπηρέτας, ἀλλ’ οὐκ αὐτοὺς ἐν
ταῖς πόλεσιν ἄρχοντας.

    ΞΕ. Ἀλλὰ οὐ μὴν οἶμαί γε ἐνύπνιον ἰδὼν εἶπον ταύτῃ
πῃ φανήσεσθαι τοὺς διαφερόντως ἀμφισβητοῦντας τῆς πολι-
τικῆς. καίτοι σφόδρα γε ἄτοπον ἂν εἶναι δόξειε τὸ ζητεῖν
[290c] τούτους ἐν ὑπηρετικῇ μοίρᾳ τινί.

    ΝΕ. ΣΩ. Κομιδῇ μὲν οὖν.

    ΞΕ. Ἔτι δὴ προσμείξωμεν ἐγγύτερον ἐπὶ τοὺς μήπω
βεβασανισμένους. εἰσὶ δὲ οἵ τε περὶ μαντικὴν ἔχοντές
τινος ἐπιστήμης διακόνου μόριον· ἑρμηνευταὶ γάρ που
νομίζονται παρὰ θεῶν ἀνθρώποις.

    ΝΕ. ΣΩ. Ναί.

    ΞΕ. Καὶ μὴν καὶ τὸ τῶν ἱερέων αὖ γένος, ὡς τὸ νόμιμόν
φησι, παρὰ μὲν ἡμῶν δωρεὰς θεοῖς διὰ θυσιῶν ἐπιστῆμόν
[290d] ἐστι κατὰ νοῦν ἐκείνοις δωρεῖσθαι, παρὰ δὲ ἐκείνων ἡμῖν εὐ-
χαῖς κτῆσιν ἀγαθῶν αἰτήσασθαι· ταῦτα δὲ διακόνου τέχνης
ἐστί που μόρια ἀμφότερα.

    ΝΕ. ΣΩ. Φαίνεται γοῦν.

    ΞΕ. Ἤδη τοίνυν μοι δοκοῦμεν οἷόν γέ τινος ἴχνους ἐφ’
ὃ πορευόμεθα προσάπτεσθαι. τὸ γὰρ δὴ τῶν ἱερέων σχῆμα
καὶ τὸ τῶν μάντεων εὖ μάλα φρονήματος πληροῦται καὶ
[290d] δόξαν σεμνὴν λαμβάνει διὰ τὸ μέγεθος τῶν ἐγχειρημάτων,
ὥστε περὶ μὲν Αἴγυπτον οὐδ’ ἔξεστι βασιλέα χωρὶς ἱερατικῆς
[290e] ἄρχειν, ἀλλ’ ἐὰν ἄρα καὶ τύχῃ πρότερον ἐξ ἄλλου γένους
βιασάμενος, ὕστερον ἀναγκαῖον εἰς τοῦτο εἰστελεῖσθαι αὐτὸν
τὸ γένος· ἔτι δὲ καὶ τῶν Ἑλλήνων πολλαχοῦ ταῖς μεγίσταις
ἀρχαῖς τὰ μέγιστα τῶν περὶ τὰ τοιαῦτα θύματα εὕροι τις
ἂν προσταττόμενα θύειν. καὶ δὴ καὶ παρ’ ὑμῖν οὐχ ἥκιστα
δῆλον ὃ λέγω· τῷ γὰρ λαχόντι βασιλεῖ φασιν τῇδε τὰ
σεμνότατα καὶ μάλιστα πάτρια τῶν ἀρχαίων θυσιῶν ἀπο-
δεδόσθαι.

    ΝΕ. ΣΩ. Καὶ πάνυ γε.

    [291a] ΞΕ. Τούτους τε τοίνυν τοὺς κληρωτοὺς βασιλέας ἅμα
καὶ ἱερέας, καὶ ὑπηρέτας αὐτῶν καί τινα ἕτερον πάμπολυν
ὄχλον σκεπτέον, ὃς ἄρτι κατάδηλος νῦν ἡμῖν γέγονεν
ἀποχωρισθέντων τῶν ἔμπροσθεν.

    ΝΕ. ΣΩ. Τίνας δ’ αὐτοὺς καὶ λέγεις;

    ΞΕ. Καὶ μάλα τινὰς ἀτόπους.

    ΝΕ. ΣΩ. Τί δή;

    ΞΕ. Πάμφυλόν τι γένος αὐτῶν, ὥς γε ἄρτι σκοπουμένῳ
φαίνεται. πολλοὶ μὲν γὰρ λέουσι τῶν ἀνδρῶν εἴξασι καὶ Κεν-
[291b] ταύροις καὶ τοιούτοισιν ἑτέροις, πάμπολλοι δὲ Σατύροις καὶ
τοῖς ἀσθενέσι καὶ πολυτρόποις θηρίοις· ταχὺ δὲ μεταλλάτ-
τουσι τάς τε ἰδέας καὶ τὴν δύναμιν εἰς ἀλλήλους. καὶ μέντοι
μοι νῦν, ὦ Σώκρατες, ἄρτι δοκῶ κατανενοηκέναι τοὺς ἄνδρας.

    ΝΕ. ΣΩ. Λέγοις ἄν· ἔοικας γὰρ ἄτοπόν τι καθορᾶν.

    ΞΕ. Ναί· τὸ γὰρ ἄτοπον ἐξ ἀγνοίας πᾶσι συμβαίνει.
καὶ γὰρ δὴ καὶ νῦν αὐτὸς τοῦτ’ ἔπαθον· ἐξαίφνης ἠμφεγνόησα
[291c] κατιδὼν τὸν περὶ τὰ τῶν πόλεων πράγματα χορόν.

    ΝΕ. ΣΩ. Ποῖον;

    ΞΕ. Τὸν πάντων τῶν σοφιστῶν μέγιστον γόητα καὶ
ταύτης τῆς τέχνης ἐμπειρότατον· ὃν ἀπὸ τῶν ὄντως ὄντων
πολιτικῶν καὶ βασιλικῶν καίπερ παγχάλεπον ὄντα ἀφαιρεῖν
ἀφαιρετέον, εἰ μέλλομεν ἰδεῖν ἐναργῶς τὸ ζητούμενον.

    ΝΕ. ΣΩ. Ἀλλὰ μὴν τοῦτό γε οὐκ ἀνετέον.