Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΙΚΟΣ

ΠΛ Πολιτ 271a–272b

Η ζωή των ανθρώπων κατά την εποχή της βασιλείας του Κρόνου
Στον διάλογο αυτόν διερευνάται η φύση του πολιτικού άνδρα. Στο πρώτο μέρος του διαλόγου, από όπου και το παρακάτω απόσπασμα, ο βασιλιάς–πολιτικός ορίζεται ως ποιμένας της ανθρώπινης αγέλης. Προκειμένου να διερευνηθεί και να αποσαφηνιστεί η φύση του πολιτικού, ο Ξένος εξετάζει τον Σωκράτη τον Νεώτερο και καταφεύγει στον μύθο για τις κοσμικές βασιλείες. Συγκεκριμένα, ανατρέχει στον ανθρώπινο βίο κατά τη διάρκεια της βασιλείας του Κρόνου, οπότε το σύμπαν ακολουθούσε κατά την περιστροφή του διαφορετική φορά από τη φορά του κατά την τρέχουσα για τους δύο συνομιλητές βασιλεία, αυτήν του Δία.

    ΞΕ. Δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν
ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε
γένος λεχθὲν τοῦτ’ ἦν τὸ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς
πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέ-
ρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ
[271b] περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατ’ ἀρχὰς
ἐφύοντο· τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθ’ ἡμῖν τῶν λόγων,
οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται. τὸ γὰρ ἐντεῦθεν
οἶμαι χρὴ συννοεῖν. ἑπόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας
ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων
αὖ, κειμένων δὲ ἐν γῇ, πάλιν ἐκεῖ συνισταμένους καὶ ἀνα-
βιωσκομένους, ἕπεσθαι τῇ τροπῇ συνανακυκλουμένης εἰς
τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν
[271c] λόγον ἐξ ἀνάγκης φυομένους, οὕτως ἔχειν τοὔνομα καὶ τὸν
λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισεν.

    ΝΕ. ΣΩ. Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμ-
προσθεν. ἀλλὰ δὴ τὸν βίον ὃν ἐπὶ τῆς Κρόνου φῂς εἶναι
δυνάμεως, πότερον ἐν ἐκείναις ἦν ταῖς τροπαῖς ἢ ἐν ταῖσδε;
τὴν μὲν γὰρ τῶν ἄστρων τε καὶ ἡλίου μεταβολὴν δῆλον ὡς
ἐν ἑκατέραις συμπίπτει ταῖς τροπαῖς γίγνεσθαι.

    ΞΕ. Καλῶς τῷ λόγῳ συμπαρηκολούθηκας. ὃ δ’ ἤρου
[271d] περὶ τοῦ πάντα αὐτόματα γίγνεσθαι τοῖς ἀνθρώποις, ἥκιστα
τῆς νῦν ἐστι καθεστηκυίας φορᾶς, ἀλλ’ ἦν καὶ τοῦτο τῆς
ἔμπροσθεν. τότε γὰρ αὐτῆς πρῶτον τῆς κυκλήσεως ἦρχεν
ἐπιμελούμενος ὅλης ὁ θεός, ὣς δ’ αὖ κατὰ τόπους ταὐτὸν τοῦτο,
ὑπὸ θεῶν ἀρχόντων πάντ’ ἦν τὰ τοῦ κόσμου μέρη διειλημ-
μένα· καὶ δὴ καὶ τὰ ζῷα κατὰ γένη καὶ ἀγέλας οἷον νομῆς θεῖοι
διειλήφεσαν δαίμονες, αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις
[271e] ὢν οἷς αὐτὸς ἔνεμεν, ὥστε οὔτ’ ἄγριον ἦν οὐδὲν οὔτε ἀλλή-
λων ἐδωδαί, πόλεμός τε οὐκ ἐνῆν οὐδὲ στάσις τὸ παράπαν·
ἄλλα θ’ ὅσα τῆς τοιαύτης ἐστὶ κατακοσμήσεως ἑπόμενα,
μυρία ἂν εἴη λέγειν. τὸ δ’ οὖν τῶν ἀνθρώπων λεχθὲν
αὐτομάτου πέρι βίου διὰ τὸ τοιόνδε εἴρηται. θεὸς ἔνεμεν
αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ὂν
ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὑτῶν νομεύουσι·
νέμοντος δὲ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις
[272a] γυναικῶν καὶ παίδων· ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες,
οὐδὲν μεμνημένοι τῶν πρόσθεν· ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν
πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ
πολλῆς ὕλης ἄλλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ’
αὐτομάτης ἀναδιδούσης τῆς γῆς. γυμνοὶ δὲ καὶ ἄστρωτοι
θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο· τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς
ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον ἀναφυομένης ἐκ
[272b] γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν
τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ’ ὃν λόγος ἐπὶ Διὸς εἶναι, τὸν
νυνί, παρὼν αὐτὸς ᾔσθησαι· κρῖναι δ’ αὐτοῖν τὸν εὐδαιμον-
έστερον ἆρ’ ἂν δύναιό τε καὶ ἐθελήσειας;

    ΝΕ. ΣΩ. Οὐδαμῶς.