Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΕΙΑ

ΠΛ Πολ 611a–612a

Ο Σωκράτης παραινεί για τη θέαση της καθαρής μορφής της ψυχής
Αφού καθορίστηκαν το πρόγραμμα της εκπαίδευσης των φυλάκων και η διαδικασία με την οποία θα επιλέγονταν όσοι από αυτούς επρόκειτο να σπουδάσουν διαλεκτική και να αναλάβουν τη διακυβέρνηση της ιδανικής πολιτείας, οι συνομιλητές επέστρεψαν στη διερεύνηση της αδικίας στην ψυχή και τα πολιτεύματα και έτσι έγινε λόγος για τα ἡμαρτημένα πολιτεύματα και τους αντίστοιχους ανθρώπινους χαρακτήρες. Σε αντίθεση με όσα είχε υποστηρίξει στην αρχή του έργου ο σοφιστής Θρασύμαχος (βλ. σχετικά και ΠΛ Πολ 346e–348b), αποδείχτηκε ότι ο τύραννος είναι ο πιο άδικος και δυστυχισμένος από τους ανθρώπους. Μετά την εκ νέου καταδίκη και των μιμητικών τεχνών, αποδείχτηκε η αθανασία της ψυχής.

    Ἀλλ’, ἦν δ’ ἐγώ, μήτε τοῦτο οἰώμεθα ―ὁ γὰρ λόγος οὐκ
[611b] ἐάσει― μήτε γε αὖ τῇ ἀληθεστάτῃ φύσει τοιοῦτον εἶναι
ψυχήν, ὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ
διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό.

    Πῶς λέγεις; ἔφη.

    Οὐ ῥᾴδιον, ἦν δ’ ἐγώ, ἀίδιον εἶναι σύνθετόν τε ἐκ πολ-
λῶν καὶ μὴ τῇ καλλίστῃ κεχρημένον συνθέσει, ὡς νῦν ἡμῖν
ἐφάνη ἡ ψυχή.

    Οὔκουν εἰκός γε.

    Ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ
ἄλλοι ἀναγκάσειαν ἄν· οἷον δ’ ἐστὶν τῇ ἀληθείᾳ, οὐ λελω-
[611c] βημένον δεῖ αὐτὸ θεάσασθαι ὑπό τε τῆς τοῦ σώματος κοινω-
νίας καὶ ἄλλων κακῶν, ὥσπερ νῦν ἡμεῖς θεώμεθα, ἀλλ’ οἷόν
ἐστιν καθαρὸν γιγνόμενον, τοιοῦτον ἱκανῶς λογισμῷ δια-
θεατέον, καὶ πολύ γε κάλλιον αὐτὸ εὑρήσει καὶ ἐναργέστερον
δικαιοσύνας τε καὶ ἀδικίας διόψεται καὶ πάντα ἃ νῦν διήλθομεν.
νῦν δὲ εἴπομεν μὲν ἀληθῆ περὶ αὐτοῦ, οἷον ἐν τῷ παρόντι
φαίνεται· τεθεάμεθα μέντοι διακείμενον αὐτό, ὥσπερ οἱ τὸν
[611d] θαλάττιον Γλαῦκον ὁρῶντες οὐκ ἂν ἔτι ῥᾳδίως αὐτοῦ ἴδοιεν
τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ τά τε παλαιὰ τοῦ σώματος
μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι καὶ πάντως
λελωβῆσθαι ὑπὸ τῶν κυμάτων, ἄλλα δὲ προσπεφυκέναι,
ὄστρεά τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίῳ
ἐοικέναι ἢ οἷος ἦν φύσει, οὕτω καὶ τὴν ψυχὴν ἡμεῖς θεώμεθα
διακειμένην ὑπὸ μυρίων κακῶν. ἀλλὰ δεῖ, ὦ Γλαύκων, ἐκεῖσε
βλέπειν.

    Ποῖ; ἦ δ’ ὅς.

    [611e] Εἰς τὴν φιλοσοφίαν αὐτῆς, καὶ ἐννοεῖν ὧν ἅπτεται καὶ
οἵων ἐφίεται ὁμιλιῶν, ὡς συγγενὴς οὖσα τῷ τε θείῳ καὶ
ἀθανάτῳ καὶ τῷ ἀεὶ ὄντι, καὶ οἵα ἂν γένοιτο τῷ τοιούτῳ
πᾶσα ἐπισπομένη καὶ ὑπὸ ταύτης τῆς ὁρμῆς ἐκκομισθεῖσα
ἐκ τοῦ πόντου ἐν ᾧ νῦν ἐστίν, καὶ περικρουσθεῖσα πέτρας
[612a] τε καὶ ὄστρεα ἃ νῦν αὐτῇ, ἅτε γῆν ἑστιωμένῃ, γεηρὰ καὶ
πετρώδη πολλὰ καὶ ἄγρια περιπέφυκεν ὑπὸ τῶν εὐδαιμόνων
λεγομένων ἑστιάσεων. καὶ τότ’ ἄν τις ἴδοι αὐτῆς τὴν ἀληθῆ
φύσιν, εἴτε πολυειδὴς εἴτε μονοειδής, εἴτε ὅπῃ ἔχει καὶ
ὅπως· νῦν δὲ τὰ ἐν τῷ ἀνθρωπίνῳ βίῳ πάθη τε καὶ εἴδη,
ὡς ἐγᾦμαι, ἐπιεικῶς αὐτῆς διεληλύθαμεν.

    Παντάπασι μὲν οὖν, ἔφη.