Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΕΙΑ

ΠΛ Πολ 473b–474c

Η μόνη διέξοδος από την κακοδιοίκηση των πόλεων: πολιτική δύναμη και φιλοσοφία να συναντηθούν στα ίδια πρόσωπα
Οι συνομιλητές συμφώνησαν ότι η δικαιοσύνη στην ιδανική πολιτεία (βλ. σχετικά και ΠΛ Πολ 392c–394b) εξασφαλίζεται από το γεγονός ότι τα μέλη της καθεμιάς πράττουν τα έργα που τους έχουν ανατεθεί ανάλογα με τη φύση και τις αρετές τους. Κατ' αναλογία, η δικαιοσύνη εξασφαλίζεται στην ψυχή, όταν καθένα από τα τρία διαφορετικά τμήματά της επιτελεί το δικό του έργο. Αφού συζητήθηκε το θέμα της ισότητας των δύο φύλων και των οικογενειακών σχέσεων στην τάξη των φυλάκων, θίγεται το ζήτημα της διοίκησης των πόλεων.

    Τὸ δὲ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, πειρώμεθα ζητεῖν τε καὶ
ἀποδεικνύναι τί ποτε νῦν κακῶς ἐν ταῖς πόλεσι πράττεται
δι’ ὃ οὐχ οὕτως οἰκοῦνται, καὶ τίνος ἂν σμικροτάτου μετα-
βαλόντος ἔλθοι εἰς τοῦτον τὸν τρόπον τῆς πολιτείας πόλις,
μάλιστα μὲν ἑνός, εἰ δὲ μή, δυοῖν, εἰ δὲ μή, ὅτι ὀλιγίστων
τὸν ἀριθμὸν καὶ σμικροτάτων τὴν δύναμιν.

    [473c] Παντάπασι μὲν οὖν, ἔφη.

    Ἑνὸς μὲν τοίνυν, ἦν δ’ ἐγώ, μεταβαλόντος δοκοῦμέν μοι
ἔχειν δεῖξαι ὅτι μεταπέσοι ἄν, οὐ μέντοι σμικροῦ γε οὐδὲ
ῥᾳδίου, δυνατοῦ δέ.

    Τίνος; ἔφη.

    Ἐπ’ αὐτῷ δή, ἦν δ’ ἐγώ, εἰμὶ ὃ τῷ μεγίστῳ προσῃκάζομεν
κύματι. εἰρήσεται δ’ οὖν, εἰ καὶ μέλλει γέλωτί τε ἀτεχνῶς
ὥσπερ κῦμα ἐκγελῶν καὶ ἀδοξίᾳ κατακλύσειν. σκόπει δὲ
ὃ μέλλω λέγειν.

    Λέγε, ἔφη.

    Ἐὰν μή, ἦν δ’ ἐγώ, ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἐν
[473d] ταῖς πόλεσιν ἢ οἱ βασιλῆς τε νῦν λεγόμενοι καὶ δυνάσται
φιλοσοφήσωσι γνησίως τε καὶ ἱκανῶς, καὶ τοῦτο εἰς ταὐτὸν
συμπέσῃ, δύναμίς τε πολιτικὴ καὶ φιλοσοφία, τῶν δὲ
νῦν πορευομένων χωρὶς ἐφ’ ἑκάτερον αἱ πολλαὶ φύσεις ἐξ
ἀνάγκης ἀποκλεισθῶσιν, οὐκ ἔστι κακῶν παῦλα, ὦ φίλε
Γλαύκων, ταῖς πόλεσι, δοκῶ δ’ οὐδὲ τῷ ἀνθρωπίνῳ γένει,
[473e] οὐδὲ αὕτη ἡ πολιτεία μή ποτε πρότερον φυῇ τε εἰς τὸ
δυνατὸν καὶ φῶς ἡλίου ἴδῃ, ἣν νῦν λόγῳ διεληλύθαμεν.
ἀλλὰ τοῦτό ἐστιν ὃ ἐμοὶ πάλαι ὄκνον ἐντίθησι λέγειν,
ὁρῶντι ὡς πολὺ παρὰ δόξαν ῥηθήσεται· χαλεπὸν γὰρ ἰδεῖν
ὅτι οὐκ ἂν ἄλλη τις εὐδαιμονήσειεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ.

    Καὶ ὅς, Ὦ Σώκρατες, ἔφη, τοιοῦτον ἐκβέβληκας ῥῆμά
τε καὶ λόγον, ὃν εἰπὼν ἡγοῦ ἐπὶ σὲ πάνυ πολλούς τε καὶ
[474a] οὐ φαύλους νῦν οὕτως, οἷον ῥίψαντας τὰ ἱμάτια, γυμνοὺς
λαβόντας ὅτι ἑκάστῳ παρέτυχεν ὅπλον, θεῖν διατεταμένους
ὡς θαυμάσια ἐργασομένους· οὓς εἰ μὴ ἀμυνῇ τῷ λόγῳ καὶ
ἐκφεύξῃ, τῷ ὄντι τωθαζόμενος δώσεις δίκην.

    Οὐκοῦν σύ μοι, ἦν δ’ ἐγώ, τούτων αἴτιος;

    Καλῶς γ’, ἔφη, ἐγὼ ποιῶν. ἀλλά τοί σε οὐ προδώσω,
ἀλλ’ ἀμυνῶ οἷς δύναμαι· δύναμαι δὲ εὐνοίᾳ τε καὶ τῷ
παρακελεύεσθαι, καὶ ἴσως ἂν ἄλλου του ἐμμελέστερόν σοι
[474b] ἀποκρινοίμην. ἀλλ’ ὡς ἔχων τοιοῦτον βοηθὸν πειρῶ τοῖς
ἀπιστοῦσιν ἐνδείξασθαι ὅτι ἔχει ᾗ σὺ λέγεις.

    Πειρατέον, ἦν δ’ ἐγώ, ἐπειδὴ καὶ σὺ οὕτω μεγάλην συμ-
μαχίαν παρέχῃ. ἀναγκαῖον οὖν μοι δοκεῖ, εἰ μέλλομέν
πῃ ἐκφεύξεσθαι οὓς λέγεις, διορίσασθαι πρὸς αὐτοὺς τοὺς
φιλοσόφους τίνας λέγοντες τολμῶμεν φάναι δεῖν ἄρχειν,
ἵνα διαδήλων γενομένων δύνηταί τις ἀμύνεσθαι, ἐνδεικνύ-
[474c] μενος ὅτι τοῖς μὲν προσήκει φύσει ἅπτεσθαί τε φιλοσοφίας
ἡγεμονεύειν τ’ ἐν πόλει, τοῖς δ’ ἄλλοις μήτε ἅπτεσθαι
ἀκολουθεῖν τε τῷ ἡγουμένῳ.