Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΕΙΑ

ΠΛ Πολ 392c–394b

Εξέταση των αφηγηματικών τεχνικών των επών – Το παράδειγμα από το Α´ της Ιλιάδας
Ο Αδείμαντος, ο άλλος αδελφός του Πλάτωνα που συμμετείχε στη συζήτηση για τη φύση της αρετής (βλ. και ΠΛ Πολ 358b–360d), κάλεσε τον Σωκράτη να παραθέσει απτές αποδείξεις για την ευεργετική επίδραση της δικαιοσύνης στον άνθρωπο. Ο φιλόσοφος εξέφρασε την αμηχανία του και ζήτησε η εξέταση του θέματος της ουσίας και φύσεως της δικαιοσύνης και της αδικίας να γίνει αρχικά στα ευρύτερα πλαίσια μιας πολιτείας, ώστε να είναι ευκολότερες οι παρατηρήσεις τους. Συμφώνησαν, λοιπόν, να δημιουργήσουν με τη φαντασία τους εξαρχής μια πολιτεία, για να δουν πώς θα γεννιόταν και θα λειτουργούσε στα πλαίσιά της η δικαιοσύνη. Την προστασία αυτής της πολιτείας θα αναλάμβαναν οι φύλακες–επίκουροι, για την εκπαίδευση των οποίων θα έπρεπε να ληφθεί ιδιαίτερη μέριμνα. Από το πρόγραμμα σπουδών θα αποκλείονταν ποιητές όπως ο Όμηρος ή ο Ησίοδος. Ο φιλόσοφος παρέθεσε χωρία από τα ομηρικά έπη, σχολιάζοντας παράλληλα για ποιους λόγους θεωρούσε το περιεχόμενό τους ηθικά επιβλαβές, για να περάσει στο απόσπασμα που ακολουθεί στην εξέταση των αφηγηματικών τεχνικών.

    [392c] Οὐκοῦν περί γε ἀνθρώπων ὅτι τοιούτους δεῖ λόγους
λέγεσθαι, τότε διομολογησόμεθα, ὅταν εὕρωμεν οἷόν ἐστιν
δικαιοσύνη καὶ ὡς φύσει λυσιτελοῦν τῷ ἔχοντι, ἐάντε δοκῇ
ἐάντε μὴ τοιοῦτος εἶναι;

    Ἀληθέστατα, ἔφη.

    Τὰ μὲν δὴ λόγων πέρι ἐχέτω τέλος· τὸ δὲ λέξεως, ὡς
ἐγὼ οἶμαι, μετὰ τοῦτο σκεπτέον, καὶ ἡμῖν ἅ τε λεκτέον καὶ
ὡς λεκτέον παντελῶς ἐσκέψεται.

    Καὶ ὁ Ἀδείμαντος, Τοῦτο, ἦ δ’ ὅς, οὐ μανθάνω ὅτι
λέγεις.

    [392d] Ἀλλὰ μέντοι, ἦν δ’ ἐγώ, δεῖ γε· ἴσως οὖν τῇδε μᾶλλον
εἴσῃ. ἆρ’ οὐ πάντα ὅσα ὑπὸ μυθολόγων ἢ ποιητῶν λέγεται
διήγησις οὖσα τυγχάνει ἢ γεγονότων ἢ ὄντων ἢ μελλόντων;

    Τί γάρ, ἔφη, ἄλλο;

    Ἆρ’ οὖν οὐχὶ ἤτοι ἁπλῇ διηγήσει ἢ διὰ μιμήσεως γιγνο-
μένῃ ἢ δι’ ἀμφοτέρων περαίνουσιν;

    Καὶ τοῦτο, ἦ δ’ ὅς, ἔτι δέομαι σαφέστερον μαθεῖν.

    Γελοῖος, ἦν δ’ ἐγώ, ἔοικα διδάσκαλος εἶναι καὶ ἀσαφής·
ὥσπερ οὖν οἱ ἀδύνατοι λέγειν, οὐ κατὰ ὅλον ἀλλ’ ἀπολαβὼν
[392e] μέρος τι πειράσομαί σοι ἐν τούτῳ δηλῶσαι ὃ βούλομαι.
καί μοι εἰπέ· ἐπίστασαι τῆς Ἰλιάδος τὰ πρῶτα, ἐν οἷς ὁ
ποιητής φησι τὸν μὲν Χρύσην δεῖσθαι τοῦ Ἀγαμέμνονος
ἀπολῦσαι τὴν θυγατέρα, τὸν δὲ χαλεπαίνειν, τὸν δέ, ἐπειδὴ
[393a] οὐκ ἐτύγχανεν, κατεύχεσθαι τῶν Ἀχαιῶν πρὸς τὸν θεόν;

    Ἔγωγε.

    Οἶσθ’ οὖν ὅτι μέχρι μὲν τούτων τῶν ἐπῶν―

        καὶ ἐλίσσετο πάντας Ἀχαιούς,

        Ἀτρείδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν
λέγει τε αὐτὸς ὁ ποιητὴς καὶ οὐδὲ ἐπιχειρεῖ ἡμῶν τὴν διά-
νοιαν ἄλλοσε τρέπειν ὡς ἄλλος τις ὁ λέγων ἢ αὐτός· τὰ δὲ
μετὰ ταῦτα ὥσπερ αὐτὸς ὢν ὁ Χρύσης λέγει καὶ πειρᾶται
[393b] ἡμᾶς ὅτι μάλιστα ποιῆσαι μὴ Ὅμηρον δοκεῖν εἶναι τὸν
λέγοντα ἀλλὰ τὸν ἱερέα, πρεσβύτην ὄντα. καὶ τὴν ἄλλην
δὴ πᾶσαν σχεδόν τι οὕτω πεποίηται διήγησιν περί τε τῶν
ἐν Ἰλίῳ καὶ περὶ τῶν ἐν Ἰθάκῃ καὶ ὅλῃ Ὀδυσσείᾳ παθη-
μάτων.

    Πάνυ μὲν οὖν, ἔφη.

    Οὐκοῦν διήγησις μέν ἐστιν καὶ ὅταν τὰς ῥήσεις ἑκάστοτε
λέγῃ καὶ ὅταν τὰ μεταξὺ τῶν ῥήσεων;

    Πῶς γὰρ οὔ;

    [393c] Ἀλλ’ ὅταν γέ τινα λέγῃ ῥῆσιν ὥς τις ἄλλος ὤν, ἆρ’ οὐ
τότε ὁμοιοῦν αὐτὸν φήσομεν ὅτι μάλιστα τὴν αὑτοῦ λέξιν
ἑκάστῳ ὃν ἂν προείπῃ ὡς ἐροῦντα;

    Φήσομεν· τί γάρ;

    Οὐκοῦν τό γε ὁμοιοῦν ἑαυτὸν ἄλλῳ ἢ κατὰ φωνὴν ἢ κατὰ
σχῆμα μιμεῖσθαί ἐστιν ἐκεῖνον ᾧ ἄν τις ὁμοιοῖ;

    Τί μήν;

    Ἐν δὴ τῷ τοιούτῳ, ὡς ἔοικεν, οὗτός τε καὶ οἱ ἄλλοι
ποιηταὶ διὰ μιμήσεως τὴν διήγησιν ποιοῦνται.

    Πάνυ μὲν οὖν.

    Εἰ δέ γε μηδαμοῦ ἑαυτὸν ἀποκρύπτοιτο ὁ ποιητής, πᾶσα
[393d] ἂν αὐτῷ ἄνευ μιμήσεως ἡ ποίησίς τε καὶ διήγησις γεγονυῖα
εἴη. ἵνα δὲ μὴ εἴπῃς ὅτι οὐκ αὖ μανθάνεις, ὅπως ἂν τοῦτο
γένοιτο ἐγὼ φράσω. εἰ γὰρ Ὅμηρος εἰπὼν ὅτι ἦλθεν
ὁ Χρύσης τῆς τε θυγατρὸς λύτρα φέρων καὶ ἱκέτης τῶν
Ἀχαιῶν, μάλιστα δὲ τῶν βασιλέων, μετὰ τοῦτο μὴ ὡς
Χρύσης γενόμενος ἔλεγεν ἀλλ’ ἔτι ὡς Ὅμηρος, οἶσθ’ ὅτι
οὐκ ἂν μίμησις ἦν ἀλλὰ ἁπλῆ διήγησις. εἶχε δ’ ἂν ὧδε
πως ―φράσω δὲ ἄνευ μέτρου· οὐ γάρ εἰμι ποιητικός― Ἐλθὼν
[393e] ὁ ἱερεὺς ηὔχετο ἐκείνοις μὲν τοὺς θεοὺς δοῦναι ἑλόντας τὴν
Τροίαν αὐτοὺς σωθῆναι, τὴν δὲ θυγατέρα οἱ λῦσαι δεξα-
μένους ἄποινα καὶ τὸν θεὸν αἰδεσθέντας. ταῦτα δὲ εἰπόντος
αὐτοῦ οἱ μὲν ἄλλοι ἐσέβοντο καὶ συνῄνουν, ὁ δὲ Ἀγαμέμνων
ἠγρίαινεν ἐντελλόμενος νῦν τε ἀπιέναι καὶ αὖθις μὴ ἐλθεῖν,
μὴ αὐτῷ τό τε σκῆπτρον καὶ τὰ τοῦ θεοῦ στέμματα οὐκ
ἐπαρκέσοι· πρὶν δὲ λυθῆναι αὐτοῦ τὴν θυγατέρα, ἐν Ἄργει
ἔφη γηράσειν μετὰ οὗ· ἀπιέναι δ’ ἐκέλευεν καὶ μὴ ἐρεθίζειν,
[394a] ἵνα σῶς οἴκαδε ἔλθοι. ὁ δὲ πρεσβύτης ἀκούσας ἔδεισέν τε
καὶ ἀπῄει σιγῇ, ἀποχωρήσας δὲ ἐκ τοῦ στρατοπέδου πολλὰ
τῷ Ἀπόλλωνι ηὔχετο, τάς τε ἐπωνυμίας τοῦ θεοῦ ἀνακαλῶν
καὶ ὑπομιμνῄσκων καὶ ἀπαιτῶν, εἴ τι πώποτε ἢ ἐν ναῶν
οἰκοδομήσεσιν ἢ ἐν ἱερῶν θυσίαις κεχαρισμένον δωρήσαιτο·
ὧν δὴ χάριν κατηύχετο τεῖσαι τοὺς Ἀχαιοὺς τὰ ἃ δάκρυα
τοῖς ἐκείνου βέλεσιν. οὕτως, ἦν δ’ ἐγώ, ὦ ἑταῖρε, ἄνευ
[394b] μιμήσεως ἁπλῆ διήγησις γίγνεται.