Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΕΙΑ

ΠΛ Πολ 336b–337a

Ο σοφιστής Θρασύμαχος ασκεί δριμεία κριτική στη σωκρατική διαλεκτική μέθοδο
Στη συζήτηση για τη φύση της δικαιοσύνης και της αδικίας τον λόγο πήρε αρχικά ο Πολέμαρχος, ο οποίος ισχυρίστηκε ότι δικαιοσύνη είναι να κάνει κάποιος καλό στους φίλους και κακό στους εχθρούς, να ανταποδίδει δηλαδή στον καθένα ό,τι του οφείλεται, συμφώνησε όμως τελικά με τον Σωκράτη ότι σε καμιά περίπτωση δεν είναι δίκαιο να βλάπτουμε κάποιον.

    [336b] Καὶ ὁ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν
μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ
τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν
λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτ’ εἶπον, οὐκέτι
ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν
ἐφ’ ἡμᾶς ὡς διαρπασόμενος.

    Καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν·
ὁ δ’ εἰς τὸ μέσον φθεγξάμενος, Τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία
[336c] ἔχει, ὦ Σώκρατες; καὶ τί εὐηθίζεσθε πρὸς ἀλλήλους ὑπο-
κατακλινόμενοι ὑμῖν αὐτοῖς; ἀλλ’ εἴπερ ὡς ἀληθῶς βούλει
εἰδέναι τὸ δίκαιον ὅτι ἔστι, μὴ μόνον ἐρώτα μηδὲ φιλοτιμοῦ
ἐλέγχων ἐπειδάν τίς τι ἀποκρίνηται, ἐγνωκὼς τοῦτο, ὅτι
ῥᾷον ἐρωτᾶν ἢ ἀποκρίνεσθαι, ἀλλὰ καὶ αὐτὸς ἀπόκριναι καὶ
εἰπὲ τί φῂς εἶναι τὸ δίκαιον. καὶ ὅπως μοι μὴ ἐρεῖς ὅτι τὸ
[336d] δέον ἐστὶν μηδ’ ὅτι τὸ ὠφέλιμον μηδ’ ὅτι τὸ λυσιτελοῦν μηδ’
ὅτι τὸ κερδαλέον μηδ’ ὅτι τὸ συμφέρον, ἀλλὰ σαφῶς μοι
καὶ ἀκριβῶς λέγε ὅτι ἂν λέγῃς· ὡς ἐγὼ οὐκ ἀποδέξομαι
ἐὰν ὕθλους τοιούτους λέγῃς.

    Καὶ ἐγὼ ἀκούσας ἐξεπλάγην καὶ προσβλέπων αὐτὸν
ἐφοβούμην, καί μοι δοκῶ, εἰ μὴ πρότερος ἑωράκη αὐτὸν ἢ
ἐκεῖνος ἐμέ, ἄφωνος ἂν γενέσθαι. νῦν δὲ ἡνίκα ὑπὸ τοῦ
λόγου ἤρχετο ἐξαγριαίνεσθαι, προσέβλεψα αὐτὸν πρότερος,
[336e] ὥστε αὐτῷ οἷός τ’ ἐγενόμην ἀποκρίνασθαι, καὶ εἶπον ὑπο-
τρέμων· Ὦ Θρασύμαχε, μὴ χαλεπὸς ἡμῖν ἴσθι· εἰ γάρ τι
ἐξαμαρτάνομεν ἐν τῇ τῶν λόγων σκέψει ἐγώ τε καὶ ὅδε, εὖ
ἴσθι ὅτι ἄκοντες ἁμαρτάνομεν. μὴ γὰρ δὴ οἴου, εἰ μὲν
χρυσίον ἐζητοῦμεν, οὐκ ἄν ποτε ἡμᾶς ἑκόντας εἶναι ὑπο-
κατακλίνεσθαι ἀλλήλοις ἐν τῇ ζητήσει καὶ διαφθείρειν τὴν
εὕρεσιν αὐτοῦ, δικαιοσύνην δὲ ζητοῦντας, πρᾶγμα πολλῶν
χρυσίων τιμιώτερον, ἔπειθ’ οὕτως ἀνοήτως ὑπείκειν ἀλλήλοις
καὶ οὐ σπουδάζειν ὅτι μάλιστα φανῆναι αὐτό. οἴου γε σύ,
ὦ φίλε. ἀλλ’ οἶμαι οὐ δυνάμεθα· ἐλεεῖσθαι οὖν ἡμᾶς πολὺ
[337a] μᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν ἢ χαλεπαί-
νεσθαι.