Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΕΙΑ

ΠΛ Πολ 330d–331d

Ο Κέφαλος θεωρεί ότι δικαιοσύνη είναι η εντιμότητα στις συναλλαγές
Θέμα της Πολιτείας αποτελεί η φύση της δικαιοσύνης και της αδικίας. Στις εισαγωγικές παραγράφους ο Σωκράτης διηγήθηκε πώς βρέθηκε στο σπίτι του πλούσιου μέτοικου Κέφαλου και πώς ξεκίνησε τη συζήτηση μαζί του: ο Σωκράτης υποστήριξε ότι ο Κέφαλος μπορούσε να υπομείνει ευκολότερα τα γηρατειά χάρη στην περιουσία του. Και συνεχίζει:

[330d] ἀλλά μοι ἔτι τοσόνδε εἰπέ·
τί μέγιστον οἴει ἀγαθὸν ἀπολελαυκέναι τοῦ πολλὴν οὐσίαν
κεκτῆσθαι;

    Ὅ, ἦ δ’ ὅς, ἴσως οὐκ ἂν πολλοὺς πείσαιμι λέγων. εὖ
γὰρ ἴσθι, ἔφη, ὦ Σώκρατες, ὅτι, ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ
οἴεσθαι τελευτήσειν, εἰσέρχεται αὐτῷ δέος καὶ φροντὶς περὶ
ὧν ἔμπροσθεν οὐκ εἰσῄει. οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ
τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι
[330e] δίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν
ψυχὴν μὴ ἀληθεῖς ὦσιν· καὶ αὐτός ―ἤτοι ὑπὸ τῆς τοῦ γήρως
ἀσθενείας ἢ καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν
τι καθορᾷ αὐτά― ὑποψίας δ’ οὖν καὶ δείματος μεστὸς γίγνε-
ται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.
ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ
ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει
[331a] καὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον
συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος,
ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, ὦ Σώκρατες,
τοῦτ’ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον
διαγάγῃ,

    γλυκεῖά οἱ καρδίαν

    ἀτάλλοισα γηροτρόφος συναορεῖ

    ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον

    γνώμαν κυβερνᾷ.
εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτ’ ἔγωγε
τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ
[331b] τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ
ἄκοντά τινα ἐξαπατῆσαι ἢ ψεύσασθαι, μηδ’ αὖ ὀφείλοντα ἢ
θεῷ θυσίας τινὰς ἢ ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι
δεδιότα, μέγα μέρος εἰς τοῦτο ἡ τῶν χρημάτων κτῆσις συμ-
βάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε
ἀνθ’ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ
νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι.

    [331c] Παγκάλως, ἦν δ’ ἐγώ, λέγεις, ὦ Κέφαλε. τοῦτο δ’ αὐτό,
τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι
ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, ἢ
καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως
ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι
παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ,
ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ὁ
ἀποδιδούς, οὐδ’ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων
τἀληθῆ λέγειν.

    [331d] Ὀρθῶς, ἔφη, λέγεις.

    Οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν
καὶ ἃ ἂν λάβῃ τις ἀποδιδόναι.

    Πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὑπολαβὼν ὁ Πολέμαρχος,
εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι.

    Καὶ μέντοι, ἔφη ὁ Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν
λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι.

    Οὐκοῦν, ἔφη, ἐγώ, ὁ Πολέμαρχος, τῶν γε σῶν κληρονόμος;

    Πάνυ γε, ἦ δ’ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά.