Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΝΟΜΟΙ

ΠΛ Νομ 731d–732d

Το πιο καταστροφικό ελάττωμα είναι η φιλαυτία – Ο άνθρωπος οφείλει να είναι συγκρατημένος στις εκδηλώσεις του
Ο Αθηναίος (βλ. ΠΛ Νομ 631b–632d) τόνισε ότι οι πολίτες οφείλουν να ρυθμίζουν τη συμπεριφορά τους με γνώμονα την αλήθεια, διότι αυτή γεννά στην ψυχή την πίστη, τη δικαιοσύνη και την αποστροφή για την αδικοπραγία, ενώ επισήμανε ότι η αδικία προέρχεται από την αμάθεια και είναι δυνατόν να θεραπευτεί με τη διδασκαλία. Και συνεχίζει:

    Πάντων δὲ μέγιστον κακῶν ἀνθρώποις τοῖς πολλοῖς ἔμ-
φυτον ἐν ταῖς ψυχαῖς ἐστιν, οὗ πᾶς αὑτῷ συγγνώμην ἔχων
[731e] ἀποφυγὴν οὐδεμίαν μηχανᾶται· τοῦτο δ’ ἔστιν ὃ λέγουσιν
ὡς φίλος αὑτῷ πᾶς ἄνθρωπος φύσει τέ ἐστιν καὶ ὀρθῶς
ἔχει τὸ δεῖν εἶναι τοιοῦτον. τὸ δὲ ἀληθείᾳ γε πάντων
ἁμαρτημάτων διὰ τὴν σφόδρα ἑαυτοῦ φιλίαν αἴτιον ἑκάστῳ
γίγνεται ἑκάστοτε. τυφλοῦται γὰρ περὶ τὸ φιλούμενον ὁ
φιλῶν, ὥστε τὰ δίκαια καὶ τὰ ἀγαθὰ καὶ τὰ καλὰ κακῶς
[732a] κρίνει, τὸ αὑτοῦ πρὸ τοῦ ἀληθοῦς ἀεὶ τιμᾶν δεῖν ἡγούμενος·
οὔτε γὰρ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ χρὴ τόν γε μέγαν ἄνδρα
ἐσόμενον στέργειν, ἀλλὰ τὰ δίκαια, ἐάντε παρ’ αὑτῷ ἐάντε
παρ’ ἄλλῳ μᾶλλον πραττόμενα τυγχάνῃ. ἐκ ταὐτοῦ δὲ
ἁμαρτήματος τούτου καὶ τὸ τὴν ἀμαθίαν τὴν παρ’ αὑτῷ
δοκεῖν σοφίαν εἶναι γέγονε πᾶσιν· ὅθεν οὐκ εἰδότες ὡς ἔπος
εἰπεῖν οὐδέν, οἰόμεθα τὰ πάντα εἰδέναι, οὐκ ἐπιτρέποντες δὲ
[732b] ἄλλοις ἃ μὴ ἐπιστάμεθα πράττειν, ἀναγκαζόμεθα ἁμαρτάνειν
αὐτοὶ πράττοντες. διὸ πάντα ἄνθρωπον χρὴ φεύγειν τὸ
σφόδρα φιλεῖν αὑτόν, τὸν δ’ ἑαυτοῦ βελτίω διώκειν ἀεί,
μηδεμίαν αἰσχύνην ἐπὶ τῷ τοιούτῳ πρόσθεν ποιούμενον.

    Ἃ δὲ σμικρότερα μὲν τούτων καὶ λεγόμενα πολλάκις ἐστίν,
χρήσιμα δὲ τούτων οὐχ ἧττον, χρὴ λέγειν ἑαυτὸν ἀναμιμνῄ-
σκοντα· ὥσπερ γάρ τινος ἀπορρέοντος ἀεὶ δεῖ τοὐναντίον
ἐπιρρεῖν, ἀνάμνησις δ’ ἐστὶν ἐπιρροὴ φρονήσεως ἀπολει-
[732c] πούσης. διὸ δὴ γελώτων τε εἴργεσθαι χρὴ τῶν ἐξαισίων
καὶ δακρύων, παραγγέλλειν δὲ παντὶ πάντ’ ἄνδρα, καὶ ὅλην
περιχάρειαν πᾶσαν ἀποκρυπτόμενον καὶ περιωδυνίαν εὐσχη-
μονεῖν πειρᾶσθαι, κατά τε εὐπραγίας ἱσταμένου τοῦ δαίμονος
ἑκάστου, καὶ κατὰ τύχας οἷον πρὸς ὑψηλὰ καὶ ἀνάντη δαι-
μόνων ἀνθισταμένων τισὶν πράξεσιν, ἐλπίζειν δ’ ἀεὶ τοῖς
γε ἀγαθοῖσι τὸν θεὸν ἃ δωρεῖται πόνων μὲν ἐπιπιπτόντων
[732d] ἀντὶ μειζόνων ἐλάττους ποιήσειν τῶν τ’ αὖ νῦν παρόντων
ἐπὶ τὸ βέλτιον μεταβολάς, περὶ δὲ τὰ ἀγαθὰ τὰ ἐναντία
τούτων ἀεὶ πάντ’ αὐτοῖς παραγενήσεσθαι μετ’ ἀγαθῆς τύχης.
ταύταις δὴ ταῖς ἐλπίσιν ἕκαστον χρὴ ζῆν καὶ ταῖς ὑπομνή-
σεσι πάντων τῶν τοιούτων, μηδὲν φειδόμενον, ἀλλ’ ἀεὶ κατά
τε παιδιὰς καὶ σπουδὰς ἀναμιμνῄσκοντα ἕτερόν τε καὶ ἑαυτὸν
σαφῶς.