Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΝΟΜΟΙ

ΠΛ Νομ 728c–730a

Η υποχρέωση των πολιτών να τιμούν το σώμα τους, τους νέους, τους συγγενείς και τους ξένους
Ο Κλεινίας ζήτησε από τους συνομιλητές του να τον βοηθήσουν στη θέσπιση της νομοθεσίας της καινούριας αποικίας που σκόπευαν να ιδρύσουν οι Κρήτες και τους κάλεσε να προχωρήσουν στη θεωρητική κατασκευή μιας νέας πόλης. Έτσι, επέλεξαν ως τύπο πολιτεύματος αυτό στο οποίο κυρίαρχος θα ήταν ο νόμος και δήλωσαν ότι σκοπός του νομοθέτη θα ήταν να κερδίσει την εύνοια και ευπείθεια των πολιτών απέναντι στους νόμους. Ο Αθηναίος ζήτησε από τους πολίτες της νέας πόλης να τιμούν και να σέβονται καταρχάς τους θεούς, τους ήρωες και τους γονείς τους και στη συνέχεια την ψυχή τους ως το ύψιστο αγαθό. Και συνεχίζει:

[728c]    τιμὴ δ’ ἐστὶν ἡμῖν, ὡς τὸ ὅλον εἰπεῖν, τοῖς μὲν ἀμείνοσιν
ἕπεσθαι, τὰ δὲ χείρονα, γενέσθαι δὲ βελτίω δυνατά, τοῦτ’
αὐτὸ ὡς ἄριστα ἀποτελεῖν.

    Ψυχῆς οὖν ἀνθρώπῳ κτῆμα οὐκ ἔστιν εὐφυέστερον εἰς
[728d] τὸ φυγεῖν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν τὸ πάντων
ἄριστον, καὶ ἑλόντα αὖ κοινῇ συνοικεῖν τὸν ἐπίλοιπον βίον·
διὸ δεύτερον ἐτάχθη τιμῇ, τὸ δὲ τρίτον ―πᾶς ἂν τοῦτό γε
νοήσειεν― τὴν τοῦ σώματος εἶναι κατὰ φύσιν τιμήν· τὰς δ’
αὖ τιμὰς δεῖ σκοπεῖν, καὶ τούτων τίνες ἀληθεῖς καὶ ὅσαι
κίβδηλοι, τοῦτο δὲ νομοθέτου. μηνύειν δή μοι φαίνεται
τάσδε καὶ τοιάσδε τινὰς αὐτὰς εἶναι, τίμιον εἶναι σῶμα οὐ
τὸ καλὸν οὐδὲ ἰσχυρὸν οὐδὲ τάχος ἔχον οὐδὲ μέγα, οὐδέ
[728e] γε τὸ ὑγιεινόν ―καίτοι πολλοῖς ἂν τοῦτό γε δοκοῖ― καὶ μὴν
οὐδὲ τὰ τούτων γ’ ἐναντία, τὰ δ’ ἐν τῷ μέσῳ ἁπάσης ταύτης
τῆς ἕξεως ἐφαπτόμενα σωφρονέστατα ἅμα τε ἀσφαλέστατα
εἶναι μακρῷ· τὰ μὲν γὰρ χαύνους τὰς ψυχὰς καὶ θρασείας
ποιεῖ, τὰ δὲ ταπεινάς τε καὶ ἀνελευθέρους. ὡς δ’ αὔτως
ἡ τῶν χρημάτων καὶ κτημάτων κτῆσις, καὶ τιμήσεως κατὰ
τὸν αὐτὸν ῥυθμὸν ἔχει· τὰ μὲν ὑπέρογκα γὰρ ἑκάστων
[729a] τούτων ἔχθρας καὶ στάσεις ἀπεργάζεται ταῖς πόλεσιν καὶ
ἰδίᾳ, τὰ δ’ ἐλλείποντα δουλείας ὡς τὸ πολύ. μὴ δή τις
φιλοχρημονείτω παίδων γ’ ἕνεκα, ἵνα ὅτι πλουσιωτάτους
καταλίπῃ· οὔτε γὰρ ἐκείνοις οὔτε αὖ τῇ πόλει ἄμεινον. ἡ
γὰρ τῶν νέων ἀκολάκευτος οὐσία, τῶν δ’ ἀναγκαίων μὴ
ἐνδεής, αὕτη πασῶν μουσικωτάτη τε καὶ ἀρίστη· συμφω-
νοῦσα γὰρ ἡμῖν καὶ συναρμόττουσα εἰς ἅπαντα ἄλυπον τὸν
[729b] βίον ἀπεργάζεται. παισὶν δὲ αἰδῶ χρὴ πολλήν, οὐ χρυσὸν
καταλείπειν. οἰόμεθα δὲ ἐπιπλήττοντες τοῖς νέοις ἀναι-
σχυντοῦσιν τοῦτο καταλείψειν· τὸ δ’ ἔστιν οὐκ ἐκ τοῦ νῦν
παρακελεύματος τοῖς νέοις γιγνόμενον, ὃ παρακελεύονται
λέγοντες ὡς δεῖ πάντα αἰσχύνεσθαι τὸν νέον. ὁ δὲ ἔμφρων
νομοθέτης τοῖς πρεσβυτέροις ἂν μᾶλλον παρακελεύοιτο
αἰσχύνεσθαι τοὺς νέους, καὶ πάντων μάλιστα εὐλαβεῖσθαι
μή ποτέ τις αὐτὸν ἴδῃ τῶν νέων ἢ καὶ ἐπακούσῃ δρῶντα ἢ
[729c] λέγοντά τι τῶν αἰσχρῶν, ὡς ὅπου ἀναισχυντοῦσι γέροντες,
ἀνάγκη καὶ νέους ἐνταῦθα εἶναι ἀναιδεστάτους· παιδεία γὰρ
νέων διαφέρουσά ἐστιν ἅμα καὶ αὐτῶν οὐ τὸ νουθετεῖν, ἀλλ’
ἅπερ ἂν ἄλλον νουθετῶν εἴποι τις, φαίνεσθαι ταῦτα αὐτὸν
δρῶντα διὰ βίου. συγγένειαν δὲ καὶ ὁμογνίων θεῶν κοινω-
νίαν πᾶσαν ταὐτοῦ φύσιν αἵματος ἔχουσαν τιμῶν τις καὶ
σεβόμενος, εὔνους ἂν γενεθλίους θεοὺς εἰς παίδων αὑτοῦ
σπορὰν ἴσχοι κατὰ λόγον. καὶ μὴν τό γε φίλων καὶ ἑταίρων
[729d] πρὸς τὰς ἐν βίῳ ὁμιλίας εὐμενεῖς ἄν τις κτῷτο, μείζους μὲν
καὶ σεμνοτέρας τὰς ἐκείνων ὑπηρεσίας εἰς αὑτὸν ἡγούμενος
ἢ ’κεῖνοι, ἐλάττους δ’ αὖ τὰς αὑτοῦ διανοούμενος εἰς τοὺς
φίλους χάριτας αὐτῶν τῶν φίλων τε καὶ ἑταίρων. εἰς μὴν
πόλιν καὶ πολίτας μακρῷ ἄριστος ὅστις πρὸ τοῦ Ὀλυμ-
πίασιν καὶ ἁπάντων ἀγώνων πολεμικῶν τε καὶ εἰρηνικῶν
νικᾶν δέξαιτ’ ἂν δόξῃ ὑπηρεσίας τῶν οἴκοι νόμων, ὡς
[729e] ὑπηρετηκὼς πάντων κάλλιστ’ ἀνθρώπων αὐτοῖς ἐν τῷ βίῳ.
πρὸς δ’ αὖ τοὺς ξένους διανοητέον ὡς ἁγιώτατα συμβόλαια
ὄντα· σχεδὸν γὰρ πάντ’ ἐστὶ τὰ τῶν ξένων καὶ εἰς τοὺς
ξένους ἁμαρτήματα παρὰ τὰ τῶν πολιτῶν εἰς θεὸν ἀνηρτη-
μένα τιμωρὸν μᾶλλον. ἔρημος γὰρ ὢν ὁ ξένος ἑταίρων τε
καὶ συγγενῶν ἐλεεινότερος ἀνθρώποις καὶ θεοῖς· ὁ δυνά-
μενος οὖν τιμωρεῖν μᾶλλον βοηθεῖ προθυμότερον, δύναται
[730a] δὲ διαφερόντως ὁ ξένιος ἑκάστων δαίμων καὶ θεὸς τῷ ξενίῳ
συνεπόμενοι Διί. πολλῆς οὖν εὐλαβείας, ᾧ καὶ σμικρὸν
προμηθείας ἔνι, μηδὲν ἁμάρτημα περὶ ξένους ἁμαρτόντα ἐν
τῷ βίῳ πρὸς τὸ τέλος αὐτοῦ πορευθῆναι. ξενικῶν δ’ αὖ
καὶ ἐπιχωρίων ἁμαρτημάτων τὸ περὶ τοὺς ἱκέτας μέγιστον
γίγνεται ἁμάρτημα ἑκάστοις· μεθ’ οὗ γὰρ ἱκετεύσας μάρ-
τυρος ὁ ἱκέτης θεοῦ ἔτυχεν ὁμολογιῶν, φύλαξ διαφέρων
οὗτος τοῦ παθόντος γίγνεται, ὥστ’ οὐκ ἄν ποτε ἀτιμώρητος
πάθοι ὁ τυχὼν ὧν ἔπαθε.