Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1337a33–1338b8

(ΑΡΙΣΤ Πολ 1337a33–1340b19: Η αγωγή που διαμορφώνει ελεύθερους πολίτες) Οι στόχοι της παιδείας – Σκοπός της διδασκαλίας καθενός από τα μαθήματα των εγκυκλίων σπουδών
Στο έβδομο και όγδοο βιβλίο ο φιλόσοφος εξετάζει το άριστο πολίτευμα και υποστηρίζει ότι προϋπόθεση για την ύπαρξη και εξέλιξή του είναι η κατάλληλη παιδεία, καθώς οι νέοι πρέπει να παίρνουν μόρφωση ταιριαστή με το πολίτευμα της πόλης τους. Σύμφωνα με τον φιλόσοφο, η παραμέληση της αγωγής των πολιτών βλάπτει το ίδιο το πολίτευμα· επίσης, είναι αναγκαία η κοινή διαπαιδαγώγηση σε όλους τους πολίτες από τη στιγμή που και οι στόχοι της πόλης είναι κοινοί. Στη συνέχεια διατυπώνει τις απόψεις του για το πρόγραμμα της αγωγής που διαμορφώνει αληθινά ελεύθερους πολίτες.

    Ὅτι μὲν οὖν νομοθετητέον περὶ παιδείας καὶ ταύτην
κοινὴν ποιητέον, φανερόν· τίς δ’ ἔσται ἡ παιδεία καὶ πῶς
(35) χρὴ παιδεύεσθαι, δεῖ μὴ λανθάνειν. νῦν γὰρ ἀμφισ-
βητεῖται περὶ τῶν ἔργων. οὐ γὰρ ταὐτὰ πάντες ὑπολαμβά-
νουσι δεῖν μανθάνειν τοὺς νέους οὔτε πρὸς ἀρετὴν οὔτε πρὸς τὸν
βίον τὸν ἄριστον, οὐδὲ φανερὸν πότερον πρὸς τὴν διάνοιαν
πρέπει μᾶλλον ἢ πρὸς τὸ τῆς ψυχῆς ἦθος· ἔκ τε τῆς ἐμ-
(40) ποδὼν παιδείας ταραχώδης ἡ σκέψις καὶ δῆλον οὐδὲν πό-
τερον ἀσκεῖν δεῖ τὰ χρήσιμα πρὸς τὸν βίον ἢ τὰ τείνοντα
πρὸς ἀρετὴν ἢ τὰ περιττά (πάντα γὰρ εἴληφε ταῦτα κρι-
[1337b] τάς τινας)· περί τε τῶν πρὸς ἀρετὴν οὐθέν ἐστιν ὁμολογούμε-
νον (καὶ γὰρ τὴν ἀρετὴν οὐ τὴν αὐτὴν εὐθὺς πάντες τιμῶ-
σιν, ὥστ’ εὐλόγως διαφέρονται καὶ πρὸς τὴν ἄσκησιν αὐτῆς).
ὅτι μὲν οὖν τὰ ἀναγκαῖα δεῖ διδάσκεσθαι τῶν χρησίμων,
(5) οὐκ ἄδηλον· ὅτι δὲ οὐ πάντα, διῃρημένων τῶν τε ἐλευθερίων
ἔργων καὶ τῶν ἀνελευθερίων φανερόν, <καὶ> ὅτι τῶν τοιούτων
δεῖ μετέχειν ὅσα τῶν χρησίμων ποιήσει τὸν μετέχοντα μὴ
βάναυσον. βάναυσον δ’ ἔργον εἶναι δεῖ τοῦτο νομίζειν καὶ
τέχνην ταύτην καὶ μάθησιν, ὅσαι πρὸς τὰς χρήσεις καὶ
(10) τὰς πράξεις τὰς τῆς ἀρετῆς ἄχρηστον ἀπεργάζονται τὸ
σῶμα τῶν ἐλευθέρων [ἢ τὴν ψυχὴν] ἢ τὴν διάνοιαν. διὸ
τάς τε τοιαύτας τέχνας ὅσαι τὸ σῶμα παρασκευάζουσι
χεῖρον διακεῖσθαι βαναύσους καλοῦμεν, καὶ τὰς μισθαρνι-
κὰς ἐργασίας· ἄσχολον γὰρ ποιοῦσι τὴν διάνοιαν καὶ ταπει-
(15) νήν. ἔστι δὲ καὶ τῶν ἐλευθερίων ἐπιστημῶν μέχρι μὲν
τινὸς ἐνίων μετέχειν οὐκ ἀνελεύθερον, τὸ δὲ προσεδρεύειν λίαν
πρὸς ἀκρίβειαν ἔνοχον ταῖς εἰρημέναις βλάβαις. ἔχει δὲ
πολλὴν διαφορὰν καὶ τὸ τίνος ἕνεκεν πράττει τις ἢ μαν-
θάνει· τὸ μὲν γὰρ αὑτοῦ χάριν ἢ φίλων ἢ δι’ ἀρετὴν οὐκ ἀν-
(20) ελεύθερον, ὁ δὲ αὐτὸ τοῦτο πράττων δι’ ἄλλους πολλάκις
θητικὸν καὶ δουλικὸν δόξειεν ἂν πράττειν.

    Αἱ μὲν οὖν καταβεβλημέναι νῦν μαθήσεις, καθάπερ ἐλέχθη
πρότερον, ἐπαμφοτερίζουσιν· ἔστι δὲ τέτταρα σχεδὸν ἃ παιδεύ-
ειν εἰώθασι, γράμματα καὶ γυμναστικὴν καὶ μουσικὴν καὶ
(25) τέταρτον ἔνιοι γραφικήν, τὴν μὲν γραμματικὴν καὶ γραφι-
κὴν ὡς χρησίμους πρὸς τὸν βίον οὔσας καὶ πολυχρήστους, τὴν
δὲ γυμναστικὴν ὡς συντείνουσαν πρὸς ἀνδρείαν· τὴν δὲ μουσικὴν
ἤδη διαπορήσειεν ἄν τις. νῦν μὲν γὰρ ὡς ἡδονῆς χάριν οἱ
πλεῖστοι μετέχουσιν αὐτῆς· οἱ δ’ ἐξ ἀρχῆς ἔταξαν ἐν παι-
(30) δείᾳ διὰ τὸ τὴν φύσιν αὐτὴν ζητεῖν, ὅπερ πολλάκις εἴρη-
ται, μὴ μόνον ἀσχολεῖν ὀρθῶς ἀλλὰ καὶ σχολάζειν δύ-
νασθαι καλῶς. αὕτη γὰρ ἀρχὴ πάντων μία· καὶ πάλιν
εἴπωμεν περὶ αὐτῆς. εἰ δ’ ἄμφω μὲν δεῖ, μᾶλλον δὲ
αἱρετὸν τὸ σχολάζειν τῆς ἀσχολίας καὶ τέλος, ζητητέον
(35) ὅ τι δεῖ ποιοῦντας σχολάζειν. οὐ γὰρ δὴ παίζοντας· τέλος
γὰρ ἀναγκαῖον εἶναι τοῦ βίου τὴν παιδιὰν ἡμῖν. εἰ δὲ τοῦτο
ἀδύνατον, καὶ μᾶλλον ἐν ταῖς ἀσχολίαις χρηστέον ταῖς
παιδιαῖς (ὁ γὰρ πονῶν δεῖται τῆς ἀναπαύσεως, ἡ δὲ παι-
διὰ χάριν ἀναπαύσεώς ἐστιν· τὸ δ’ ἀσχολεῖν συμβαίνει
(40) μετὰ πόνου καὶ συντονίας), διὰ τοῦτο δεῖ παιδιὰς εἰσάγε-
σθαι καιροφυλακοῦντας τὴν χρῆσιν, ὡς προσάγοντας φαρμα-
κείας χάριν. ἄνεσις γὰρ ἡ τοιαύτη κίνησις τῆς ψυχῆς,
[1338a] καὶ διὰ τὴν ἡδονὴν ἀνάπαυσις. τὸ δὲ σχολάζειν ἔχειν
αὐτὸ δοκεῖ τὴν ἡδονὴν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ ζῆν
μακαρίως. τοῦτο δ’ οὐ τοῖς ἀσχολοῦσιν ὑπάρχει ἀλλὰ τοῖς
σχολάζουσιν· ὁ μὲν γὰρ ἀσχολῶν ἕνεκά τινος ἀσχολεῖ
(5) τέλους ὡς οὐχ ὑπάρχοντος, ἡ δ’ εὐδαιμονία τέλος ἐστίν, ἣν
οὐ μετὰ λύπης ἀλλὰ μεθ’ ἡδονῆς οἴονται πάντες εἶναι.
ταύτην μέντοι τὴν ἡδονὴν οὐκέτι τὴν αὐτὴν τιθέασιν, ἀλλὰ
καθ’ ἑαυτοὺς ἕκαστος καὶ τὴν ἕξιν τὴν αὑτῶν, ὁ δ’ ἄριστος
τὴν ἀρίστην καὶ τὴν ἀπὸ τῶν καλλίστων. ὥστε φανερὸν ὅτι
(10) δεῖ καὶ πρὸς τὴν ἐν τῇ διαγωγῇ σχολὴν μανθάνειν ἄττα
καὶ παιδεύεσθαι, καὶ ταῦτα μὲν τὰ παιδεύματα καὶ ταύ-
τας τὰς μαθήσεις ἑαυτῶν εἶναι χάριν, τὰς δὲ πρὸς τὴν
ἀσχολίαν ὡς ἀναγκαίας καὶ χάριν ἄλλων. διὸ καὶ τὴν
μουσικὴν οἱ πρότερον εἰς παιδείαν ἔταξαν οὐχ ὡς ἀναγκαῖον
(15) (οὐδὲν γὰρ ἔχει τοιοῦτον), οὐδ’ ὡς χρήσιμον (ὥσπερ τὰ γράμ-
ματα πρὸς χρηματισμὸν καὶ πρὸς οἰκονομίαν καὶ πρὸς
μάθησιν καὶ πρὸς πολιτικὰς πράξεις πολλάς, δοκεῖ δὲ
καὶ γραφικὴ χρήσιμος εἶναι πρὸς τὸ κρίνειν τὰ τῶν τεχνι-
τῶν ἔργα κάλλιον), οὐδ’ αὖ καθάπερ ἡ γυμναστικὴ πρὸς
(20) ὑγίειαν καὶ ἀλκήν (οὐδέτερον γὰρ τούτων ὁρῶμεν γιγνόμενον
ἐκ τῆς μουσικῆς)· λείπεται τοίνυν πρὸς τὴν ἐν τῇ σχολῇ
διαγωγήν, εἰς ὅπερ καὶ φαίνονται παράγοντες αὐτήν. ἣν
γὰρ οἴονται διαγωγὴν εἶναι τῶν ἐλευθέρων, ἐν ταύτῃ τάτ-
τουσιν. διόπερ Ὅμηρος οὕτως ἐποίησεν

    (25) ἀλλ’ οἶον †μέν ἐστι† καλεῖν ἐπὶ δαῖτα θαλείην,
καὶ οὕτω προειπὼν ἑτέρους τινὰς «οἳ καλέουσιν ἀοιδόν» φη-
σιν, «ὅ κεν τέρπῃσιν ἅπαντας». καὶ ἐν ἄλλοις δέ φησιν <ὁ>
Ὀδυσσεὺς ταύτην ἀρίστην εἶναι διαγωγήν, ὅταν εὐφραινο-
μένων τῶν ἀνθρώπων «δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζων-
(30) ται ἀοιδοῦ ἥμενοι ἑξείης». ὅτι μὲν τοίνυν ἔστι παιδεία τις
ἣν οὐχ ὡς χρησίμην παιδευτέον τοὺς υἱεῖς οὐδ’ ὡς ἀναγκαίαν
ἀλλ’ ὡς ἐλευθέριον καὶ καλήν, φανερόν ἐστιν· πότερον δὲ
μία τὸν ἀριθμὸν ἢ πλείους, καὶ τίνες αὗται καὶ πῶς, ὕστε-
ρον λεκτέον περὶ αὐτῶν. νῦν δὲ τοσοῦτον ἡμῖν εἶναι πρὸ
(35) ὁδοῦ γέγονεν, ὅτι καὶ παρὰ τῶν ἀρχαίων ἔχομέν τινα
μαρτυρίαν ἐκ τῶν καταβεβλημένων παιδευμάτων· ἡ γὰρ
μουσικὴ τοῦτο ποιεῖ δῆλον. ἔτι δὲ καὶ τῶν χρησίμων ὅτι
δεῖ τινα παιδεύεσθαι τοὺς παῖδας οὐ μόνον διὰ τὸ χρήσιμον,
οἷον τὴν τῶν γραμμάτων μάθησιν, ἀλλὰ καὶ διὰ τὸ πολ-
(40) λὰς ἐνδέχεσθαι γίγνεσθαι δι’ αὐτῶν μαθήσεις ἑτέρας, ὁμοίως
δὲ καὶ τὴν γραφικὴν οὐχ ἵνα ἐν τοῖς ἰδίοις ὠνίοις μὴ δι-
αμαρτάνωσιν ἀλλ’ ὦσιν ἀνεξαπάτητοι πρὸς τὴν τῶν σκευῶν
[1338b] ὠνήν τε καὶ πρᾶσιν, μᾶλλον δ’ ὅτι ποιεῖ θεωρητικὸν τοῦ
περὶ τὰ σώματα κάλλους. τὸ δὲ ζητεῖν πανταχοῦ τὸ χρή-
σιμον ἥκιστα ἁρμόττει τοῖς μεγαλοψύχοις καὶ τοῖς ἐλευ-
θερίοις. ἐπεὶ δὲ φανερὸν <τὸ> πρότερον τοῖς ἔθεσιν ἢ τῷ λόγῳ
(5) παιδευτέον εἶναι, καὶ περὶ τὸ σῶμα πρότερον ἢ τὴν διά-
νοιαν, δῆλον ἐκ τούτων ὅτι παραδοτέον τοὺς παῖδας γυμνα-
στικῇ καὶ παιδοτριβικῇ· τούτων γὰρ ἡ μὲν ποιάν τινα ποιεῖ
τὴν ἕξιν τοῦ σώματος, ἡ δὲ τὰ ἔργα.