Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΝΟΜΟΙ

ΠΛ Νομ 643a–644b

Η ιδανική παιδεία και η συμβολή της στη διαμόρφωση του τέλειου πολίτη
Ο Αθηναίος (βλ. ΠΛ Νομ 631b–632d) υποστήριξε ότι η σπαρτιατική αγωγή ήταν ατελής, καθώς δεν εξασφάλιζε στους Σπαρτιάτες την απαιτούμενη σωφροσύνη για την αντιμετώπιση των ηδονών. Έτσι, η συζήτηση έφτασε στα συμπόσια και τη μέθη. Ο Αθηναίος δίστασε να συνεχίσει, φοβούμενος μήπως μακρηγορήσει, όμως οι συνομιλητές του τον ενθάρρυναν.

    ΑΘ. Τὰ μὲν τοίνυν ὑμέτερα ἀκούειν, ὡς ἔοικεν, ἕτοιμ’ ἂν
εἴη· τὰ δ’ ἐμὰ βούλεσθαι μὲν ἕτοιμα, δύνασθαι δὲ οὐ πάνυ
ῥᾴδια, ὅμως δὲ πειρατέον. πρῶτον δὴ οὖν πρὸς τὸν λόγον
ὁρισώμεθα παιδείαν τί ποτ’ ἐστὶν καὶ τίνα δύναμιν ἔχει·
διὰ γὰρ ταύτης φαμὲν ἰτέον εἶναι τὸν προκεχειρισμένον ἐν τῷ
νῦν λόγον ὑφ’ ἡμῶν, μέχριπερ ἂν πρὸς τὸν θεὸν ἀφίκηται.

    ΚΛ. Πάνυ μὲν οὖν δρῶμεν ταῦτα, εἴπερ σοί γε ἡδύ.

    [643b] ΑΘ. Λέγοντος τοίνυν ἐμοῦ τί ποτε χρὴ φάναι παιδείαν
εἶναι, σκέψασθε ἂν ἀρέσκῃ τὸ λεχθέν.

    ΚΛ. Λέγοις ἄν.

    ΑΘ. Λέγω δή, καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλ-
λοντα ἔσεσθαι τοῦτο αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν,
παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις
προσήκουσιν. οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν
ἤ τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων
[643c] οἰκοδομημάτων παίζειν χρή, τὸν δ’ αὖ γεωργοῦντα, καὶ ὄργανα
ἑκατέρῳ σμικρά, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν
τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα
ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν
ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν
τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν
ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ
ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. κεφάλαιον δὴ παιδείας
[643d] λέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς
ἔρωτα μάλιστα ἄξει τούτου ὃ δεήσει γενόμενον ἄνδρ’ αὐτὸν
τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς· ὁρᾶτε οὖν εἰ μέχρι
τούτου γε, ὅπερ εἶπον, ὑμῖν ἀρέσκει τὸ λεχθέν.

    ΚΛ. Πῶς γὰρ οὔ;

    ΑΘ. Μὴ τοίνυν μηδ’ ὃ λέγομεν εἶναι παιδείαν ἀόριστον
γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές θ’ ἑκάστων τὰς
τροφάς, λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά,
[643e] τὸν δὲ ἀπαίδευτον ἐνίοτε εἴς τε καπηλείας καὶ ναυκληρίας
καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων·
οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικ’, εἶναι παιδείαν ὁ νῦν λόγος
ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν
ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον,
ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. ταύτην
[644a] τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται,
νῦν βούλοιτ’ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς
χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχύν, ἢ καὶ πρὸς ἄλλην
τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόν τ’ εἶναι καὶ
ἀνελεύθερον καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.
ἡμεῖς δὴ μηδὲν ὀνόματι διαφερώμεθ’ αὑτοῖς, ἀλλ’ ὁ νυνδὴ
λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευ-
μένοι σχεδὸν ἀγαθοὶ γίγνονται, καὶ δεῖ δὴ τὴν παιδείαν
[644b] μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις
ἀνδράσιν παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δ’
ἐστὶν ἐπανορθοῦσθαι, τοῦτ’ ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ
δύναμιν.

    ΚΛ. Ὀρθῶς, καὶ συγχωροῦμεν ἃ λέγεις.