Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΛΑΧΗΣ

ΠΛ Λαχ 187d–189d

Νικίας και Λάχης σκιαγραφούν την προσωπικότητα και τη μέθοδο του Σωκράτη
Ο Νικίας και ο Λάχης, που κλήθηκαν από τους Λυσίμαχο και Μελησία να αποφανθούν για την αξία της οπλομαχητικής, εξέφρασαν αντίθετες απόψεις. Τότε ο Σωκράτης πρότεινε να εξετάσουν ποιο ήταν το θέμα που καλούνταν να συζητήσουν και να καθορίσουν ποιοι ήταν οι αρμόδιοι να αποφανθούν σχετικά με αυτό. Η πρότασή του βρήκε σύμφωνο τον Λυσίμαχο.

    ΝΙ. Ὦ Λυσίμαχε, δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρό-
θεν γιγνώσκειν μόνον, αὐτῷ δ’ οὐ συγγεγονέναι ἀλλ’ ἢ
[187e] παιδὶ ὄντι, εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολου-
θῶν ἐπλησίασέν σοι ἢ ἐν ἱερῷ ἢ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν
δημοτῶν· ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν, οὐκ ἐντετυχηκὼς
τῷ ἀνδρὶ δῆλος ἔτι εἶ.

    ΛΥ. Τί μάλιστα, ὦ Νικία;

    ΝΙ. Οὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους
ᾖ [λόγῳ ὥσπερ γένει] καὶ πλησιάζῃ διαλεγόμενος, ἀνάγκη
αὐτῷ, ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέ-
γεσθαι, μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ,
πρὶν <ἂν> ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον, ὅντινα
[188a] τρόπον νῦν τε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβί-
ωκεν· ἐπειδὰν δ’ ἐμπέσῃ, ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει
Σωκράτης, πρὶν ἂν βασανίσῃ ταῦτα εὖ τε καὶ καλῶς ἅπαντα.
ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδ’ ὅτι ἀνάγκη ὑπὸ τούτου
πάσχειν ταῦτα, καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα·
χαίρω γάρ, ὦ Λυσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν
οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιή-
[188b] καμεν ἢ ποιοῦμεν, ἀλλ’ εἰς τὸν ἔπειτα βίον προμηθέστερον
ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλ’ ἐθέλοντα κατὰ
τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ, καὶ
μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι. ἐμοὶ μὲν
οὖν οὐδὲν ἄηθες οὐδ’ αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι,
ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μει-
ρακίων ἡμῖν ὁ λόγος ἔσοιτο Σωκράτους παρόντος, ἀλλὰ περὶ
[188c] ἡμῶν αὐτῶν. ὅπερ οὖν λέγω, τὸ μὲν ἐμὸν οὐδὲν κωλύει
Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται· Λάχητα δὲ
τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου.

    ΛΑ. Ἁπλοῦν τό γ’ ἐμόν, ὦ Νικία, περὶ λόγων ἐστίν, εἰ
δὲ βούλει, οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν· καὶ γὰρ ἂν δόξαιμί
τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος. ὅταν μὲν γὰρ
ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου ἢ περί τινος σοφίας
ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει,
[188d] χαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ
λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι. καὶ
κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι, ἁρμονίαν καλ-
λίστην ἡρμοσμένος οὐ λύραν οὐδὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ
ὄντι [ζῆν ἡρμοσμένος οὗ] αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον
τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλ’ οὐκ ἰαστί,
οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί, ἀλλ’ ἥπερ μόνη Ἑλ-
ληνική ἐστιν ἁρμονία. ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ
[188e] φθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναι ―οὕτω σφό-
δρα ἀποδέχομαι παρ’ αὐτοῦ τὰ λεγόμενα― ὁ δὲ τἀναντία
τούτου πράττων λυπεῖ με, ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν,
τοσούτῳ μᾶλλον, καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον.
Σωκράτους δ’ ἐγὼ τῶν μὲν λόγων οὐκ ἔμπειρός εἰμι, ἀλλὰ
πρότερον, ὡς ἔοικε, τῶν ἔργων ἐπειράθην, καὶ ἐκεῖ αὐτὸν
[189a] ηὗρον ἄξιον ὄντα λόγων καλῶν καὶ πάσης παρρησίας. εἰ
οὖν καὶ τοῦτο ἔχει, συμβούλομαι τἀνδρί, καὶ ἥδιστ’ ἂν
ἐξεταζοίμην ὑπὸ τοῦ τοιούτου, καὶ οὐκ ἂν ἀχθοίμην μανθά-
νων, ἀλλὰ καὶ ἐγὼ τῷ Σόλωνι, ἓν μόνον προσλαβών, συγ-
χωρῶ· γηράσκων γὰρ πολλὰ διδάσκεσθαι ἐθέλω ὑπὸ χρηστῶν
μόνον. τοῦτο γάρ μοι συγχωρείτω, ἀγαθὸν καὶ αὐτὸν εἶναι
τὸν διδάσκαλον, ἵνα μὴ δυσμαθὴς φαίνωμαι ἀηδῶς μανθάνων·
εἰ δὲ νεώτερος ὁ διδάσκων ἔσται ἢ μήπω ἐν δόξῃ ὢν ἤ τι
[189b] ἄλλο τῶν τοιούτων ἔχων, οὐδέν μοι μέλει. σοὶ οὖν, ὦ
Σώκρατες, ἐγὼ ἐπαγγέλλομαι καὶ διδάσκειν καὶ ἐλέγχειν
ἐμὲ ὅτι ἂν βούλῃ, καὶ μανθάνειν γε ὅτι αὖ ἐγὼ οἶδα· οὕτω
σὺ παρ’ ἐμοὶ διάκεισαι ἀπ’ ἐκείνης τῆς ἡμέρας ᾗ μετ’ ἐμοῦ
συνδιεκινδύνευσας καὶ ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς ἣν χρὴ
διδόναι τὸν μέλλοντα δικαίως δώσειν. λέγ’ οὖν ὅτι σοι
φίλον, μηδὲν τὴν ἡμετέραν ἡλικίαν ὑπόλογον ποιούμενος.

    [189c] ΣΩ. Οὐ τὰ ὑμέτερα, ὡς ἔοικεν, αἰτιασόμεθα μὴ οὐχ
ἕτοιμα εἶναι καὶ συμβουλεύειν καὶ συσκοπεῖν.

    ΛΥ. Ἀλλ’ ἡμέτερον δὴ ἔργον, ὦ Σώκρατες ―ἕνα γάρ σε
ἔγωγε ἡμῶν τίθημι― σκόπει οὖν ἀντ’ ἐμοῦ ὑπὲρ τῶν νεανί-
σκων ὅτι δεόμεθα παρὰ τῶνδε πυνθάνεσθαι, καὶ συμβούλευε
διαλεγόμενος τούτοις. ἐγὼ μὲν γὰρ καὶ ἐπιλανθάνομαι ἤδη
τὰ πολλὰ διὰ τὴν ἡλικίαν ὧν ἂν διανοηθῶ ἐρέσθαι καὶ αὖ ἃ
ἂν ἀκούσω· ἐὰν δὲ μεταξὺ ἄλλοι λόγοι γένωνται, οὐ πάνυ
[189d] μέμνημαι. ὑμεῖς οὖν λέγετε καὶ διέξιτε πρὸς ὑμᾶς αὐτοὺς
περὶ ὧν προὐθέμεθα· ἐγὼ δ’ ἀκούσομαι καὶ ἀκούσας αὖ μετὰ
Μελησίου τοῦδε ποιήσω τοῦτο ὅτι ἂν καὶ ὑμῖν δοκῇ.