Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1291b30–1292a38

Τα είδη της δημοκρατίας
Στο τέλος του τρίτου βιβλίου έγινε λόγος για το πολίτευμα της βασιλείας, ενώ από το τέταρτο, στο οποίο ανήκει και το απόσπασμα που ακολουθεί, ξεκινά η εξέταση των δημοκρατικών και ολιγαρχικών πολιτευμάτων.

    Δημοκρατία μὲν οὖν ἐστι πρώτη μὲν ἡ λεγομένη
μάλιστα κατὰ τὸ ἴσον. ἴσον γάρ φησιν ὁ νόμος ὁ τῆς
τοιαύτης δημοκρατίας τὸ μηδὲν μᾶλλον ὑπερέχειν τοὺς ἀπό-
ρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι ὁποτερουσοῦν, ἀλλ’
ὁμοίους ἀμφοτέρους. εἴπερ γὰρ ἐλευθερία μάλιστ’ ἔστιν ἐν δημο-
(35) κρατίᾳ, καθάπερ ὑπολαμβάνουσί τινες, καὶ ἰσότης, οὕτως
ἂν εἴη μάλιστα, κοινωνούντων ἁπάντων μάλιστα τῆς πολι-
τείας ὁμοίως. ἐπεὶ δὲ πλείων ὁ δῆμος, κύριον δὲ τὸ δόξαν
τοῖς πλείοσιν, ἀνάγκη δημοκρατίαν εἶναι ταύτην. ἓν μὲν οὖν
εἶδος δημοκρατίας τοῦτο· ἄλλο δὲ τὸ τὰς ἀρχὰς ἀπὸ τιμη-
(40) μάτων εἶναι, βραχέων δὲ τούτων ὄντων· δεῖ δὲ τῷ κτωμένῳ
ἐξουσίαν εἶναι μετέχειν καὶ τὸν ἀποβάλλοντα μὴ μετέχειν·
[1292a] ἕτερον εἶδος δημοκρατίας τὸ μετέχειν ἅπαντας τοὺς πολίτας
ὅσοι ἀνυπεύθυνοι, ἄρχειν δὲ τὸν νόμον· ἕτερον δὲ εἶδος δημο-
κρατίας τὸ παντὶ μετεῖναι τῶν ἀρχῶν, ἐὰν μόνον ᾖ πολί-
της, ἄρχειν δὲ τὸν νόμον· ἕτερον δὲ εἶδος δημοκρατίας τἆλλα
(5) μὲν εἶναι ταὐτά, κύριον δ’ εἶναι τὸ πλῆθος καὶ μὴ τὸν νό-
μον. τοῦτο δὲ γίνεται ὅταν τὰ ψηφίσματα κύρια ᾖ ἀλλὰ
μὴ ὁ νόμος· συμβαίνει δὲ τοῦτο διὰ τοὺς δημαγωγούς. ἐν
μὲν γὰρ ταῖς κατὰ νόμον δημοκρατουμέναις οὐ γίνεται δημα-
γωγός, ἀλλ’ οἱ βέλτιστοι τῶν πολιτῶν εἰσιν ἐν προεδρίᾳ·
(10) ὅπου δ’ οἱ νόμοι μή εἰσι κύριοι, ἐνταῦθα γίνονται δημαγω-
γοί. μόναρχος γὰρ ὁ δῆμος γίνεται, σύνθετος εἷς ἐκ πολ-
λῶν· οἱ γὰρ πολλοὶ κύριοί εἰσιν οὐχ ὡς ἕκαστος ἀλλὰ πάν-
τες. Ὅμηρος δὲ ποίαν λέγει οὐκ ἀγαθὸν εἶναι πολυκοιρανίην,
πότερον ταύτην ἢ ὅταν πλείους ὦσιν οἱ ἄρχοντες ὡς ἕκαστος,
(15) ἄδηλον. ὁ δ’ οὖν τοιοῦτος δῆμος, ἅτε μόναρχος ὤν, ζητεῖ μον-
αρχεῖν διὰ τὸ μὴ ἄρχεσθαι ὑπὸ νόμου, καὶ γίνεται δεσπο-
τικός, ὥστε οἱ κόλακες ἔντιμοι, καὶ ἔστιν ὁ τοιοῦτος δῆμος
ἀνάλογον τῶν μοναρχιῶν τῇ τυραννίδι. διὸ καὶ τὸ ἦθος τὸ
αὐτό, καὶ ἄμφω δεσποτικὰ τῶν βελτιόνων, καὶ τὰ ψηφί-
(20) σματα ὥσπερ ἐκεῖ τὰ ἐπιτάγματα, καὶ ὁ δημαγωγὸς
καὶ ὁ κόλαξ οἱ αὐτοὶ καὶ ἀνάλογον. καὶ μάλιστα δ’ ἑκάτε-
ροι παρ’ ἑκατέροις ἰσχύουσιν, οἱ μὲν κόλακες παρὰ τοῖς τυράν-
νοις, οἱ δὲ δημαγωγοὶ παρὰ τοῖς δήμοις τοῖς τοιούτοις. αἴτιοι
δέ εἰσι τοῦ εἶναι τὰ ψηφίσματα κύρια ἀλλὰ μὴ τοὺς νόμους
(25) οὗτοι, πάντα ἀνάγοντες εἰς τὸν δῆμον· συμβαίνει γὰρ αὐτοῖς
γίνεσθαι μεγάλοις διὰ τὸ τὸν μὲν δῆμον πάντων εἶναι κύ-
ριον, τῆς δὲ τοῦ δήμου δόξης τούτους· πείθεται γὰρ τὸ πλῆθος
τούτοις. ἔτι δ’ οἱ ταῖς ἀρχαῖς ἐγκαλοῦντες τὸν δῆμόν φασι
δεῖν κρίνειν, ὁ δὲ ἀσμένως δέχεται τὴν πρόκλησιν· ὥστε κατα-
(30) λύονται πᾶσαι αἱ ἀρχαί. εὐλόγως δὲ ἂν δόξειεν ἐπιτιμᾶν
ὁ φάσκων τὴν τοιαύτην εἶναι δημοκρατίαν οὐ πολιτείαν.
ὅπου γὰρ μὴ νόμοι ἄρχουσιν, οὐκ ἔστι πολιτεία. δεῖ γὰρ τὸν
μὲν νόμον ἄρχειν πάντων <τῶν καθόλου>, τῶν δὲ καθ’ ἕκαστα τὰς
ἀρχάς, καὶ ταύτην πολιτείαν κρίνειν. ὥστ’ εἴπερ ἐστὶ δημοκρατία
(35) μία τῶν πολιτειῶν, φανερὸν ὡς ἡ τοιαύτη κατάστασις, ἐν ᾗ ψηφί-
σμασι πάντα διοικεῖται, οὐδὲ δημοκρατία κυρίως· οὐθὲν
γὰρ ἐνδέχεται ψήφισμα εἶναι καθόλου. τὰ μὲν οὖν τῆς δημο-
κρατίας εἴδη διωρίσθω τὸν τρόπον τοῦτον.