Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΙΠΠΙΑΣ ΜΕΙΖΩΝ

ΠΛ ΙππΜ 303b–304e

Μπορεί το ὡραῖονα οριστεί ως εκείνο που ευχαριστεί την όραση και την ακοή; – Το τέλος της συζήτησης
Ο Σωκράτης και ο σοφιστής Ιππίας συζητούν, προσπαθώντας να καθορίσουν τι είναι ωραίο. Ωστόσο, κανένας από τους ορισμούς που δόθηκαν κατά τη διάρκεια της συζήτησης, είτε σχετίζονταν με την υλική σφαίρα είτε με την περιοχή της ηθικής, δεν κρίθηκε ικανοποιητικός. Λίγο πριν από το τέλος της συζήτησης, το ωραίο ορίστηκε ως εκείνο που είναι ευχάριστο στην όραση και την ακοή, γεγονός που προκάλεσε την παρακάτω απορία του Σωκράτη:

    [303b] ΣΩ. Ποτέρων οὖν, ὦ Ἱππία, δοκεῖ σοι τὸ καλὸν εἶναι;
πότερον ὧν σὺ ἔλεγες· εἴπερ ἐγὼ ἰσχυρὸς καὶ σύ, καὶ ἀμ-
φότεροι, καὶ εἴπερ ἐγὼ δίκαιος καὶ σύ, καὶ ἀμφότεροι, καὶ
εἴπερ ἀμφότεροι, καὶ ἑκάτερος· οὕτω δὴ καὶ εἴπερ ἐγὼ καλὸς
καὶ σύ, καὶ ἀμφότεροι, καὶ εἴπερ ἀμφότεροι, καὶ ἑκάτερος;
ἢ οὐδὲν κωλύει, ὥσπερ ἀρτίων ὄντων τινῶν ἀμφοτέρων τάχα
μὲν ἑκάτερα περιττὰ εἶναι, τάχα δ’ ἄρτια, καὶ αὖ ἀρρήτων
ἑκατέρων ὄντων τάχα μὲν ῥητὰ τὰ συναμφότερα εἶναι, τάχα
[303c] δ’ ἄρρητα, καὶ ἄλλα μυρία τοιαῦτα, ἃ δὴ καὶ ἐγὼ ἔφην ἐμοὶ
προφαίνεσθαι; ποτέρων δὴ τιθεῖς τὸ καλόν; ἢ ὥσπερ ἐμοὶ
περὶ αὐτοῦ καταφαίνεται, καὶ σοί; πολλὴ γὰρ ἀλογία ἔμοιγε
δοκεῖ εἶναι ἀμφοτέρους μὲν ἡμᾶς εἶναι καλούς, ἑκάτερον δὲ
μή, ἢ ἑκάτερον μέν, ἀμφοτέρους δὲ μή, ἢ ἄλλο ὁτιοῦν τῶν
τοιούτων. οὕτως αἱρῇ, ὥσπερ ἐγώ, ἢ ’κείνως;

    ΙΠ. Οὕτως ἔγωγε, ὦ Σώκρατες.

    ΣΩ. Εὖ γε σὺ ποιῶν, ὦ Ἱππία, ἵνα καὶ ἀπαλλαγῶμεν
[303d] πλείονος ζητήσεως· εἰ γὰρ τούτων γ’ ἐστὶ τὸ καλόν, οὐκ
ἂν ἔτι εἴη τὸ δι’ ὄψεως καὶ ἀκοῆς ἡδὺ καλόν. ἀμφότερα
μὲν γὰρ ποιεῖ καλὰ τὸ δι’ ὄψεως καὶ ἀκοῆς, ἑκάτερον δ’ οὔ·
τοῦτο δ’ ἦν ἀδύνατον, ὡς ἐγώ τε καὶ σὺ δὴ ὁμολογοῦμεν,
ὦ Ἱππία.

    ΙΠ. Ὁμολογοῦμεν γάρ.

    ΣΩ. Ἀδύνατον ἄρα τὸ δι’ ὄψεως καὶ ἀκοῆς ἡδὺ καλὸν
εἶναι, ἐπειδή γε καλὸν γιγνόμενον τῶν ἀδυνάτων τι παρέ-
χεται.

    ΙΠ. Ἔστι ταῦτα.

    ΣΩ. «Λέγετε δὴ πάλιν», φήσει, «ἐξ ἀρχῆς, ἐπειδὴ
[303e] τούτου διημάρτετε· τί φατε εἶναι τοῦτο τὸ καλὸν τὸ ἐπ’
ἀμφοτέραις ταῖς ἡδοναῖς, δι’ ὅτι ταύτας πρὸ τῶν ἄλλων
τιμήσαντες καλὰς ὠνομάσατε;» ἀνάγκη δή μοι δοκεῖ εἶναι,
ὦ Ἱππία, λέγειν ὅτι ἀσινέσταται αὗται τῶν ἡδονῶν εἰσι
καὶ βέλτισται, καὶ ἀμφότεραι καὶ ἑκατέρα· ἢ σύ τι ἔχεις
λέγειν ἄλλο ᾧ διαφέρουσι τῶν ἄλλων;

    ΙΠ. Οὐδαμῶς· τῷ ὄντι γὰρ βέλτισταί εἰσιν.

    ΣΩ. «Τοῦτ’ ἄρα», φήσει, «λέγετε δὴ τὸ καλὸν εἶναι,
ἡδονὴν ὠφέλιμον;» Ἐοίκαμεν, φήσω ἔγωγε· σὺ δέ;

    ΙΠ. Καὶ ἐγώ.

    ΣΩ. «Οὐκοῦν ὠφέλιμον», φήσει, «τὸ ποιοῦν τἀγαθόν,
τὸ δὲ ποιοῦν καὶ τὸ ποιούμενον ἕτερον νυνδὴ ἐφάνη, καὶ εἰς
τὸν πρότερον λόγον ἥκει ὑμῖν ὁ λόγος; οὔτε γὰρ τὸ ἀγαθὸν ἂν
[304a] εἴη καλὸν οὔτε τὸ καλὸν ἀγαθόν, εἴπερ ἄλλο αὐτῶν ἑκάτερόν
ἐστι.» Παντός γε μᾶλλον, φήσομεν, ὦ Ἱππία, ἂν σωφρο-
νῶμεν· οὐ γάρ που θέμις τῷ ὀρθῶς λέγοντι μὴ συγχωρεῖν.

    ΙΠ. Ἀλλὰ δή γ’, ὦ Σώκρατες, τί οἴει ταῦτα εἶναι συν-
άπαντα; κνήσματά τοί ἐστι καὶ περιτμήματα τῶν λόγων,
ὅπερ ἄρτι ἔλεγον, κατὰ βραχὺ διῃρημένα· ἀλλ’ ἐκεῖνο καὶ
καλὸν καὶ πολλοῦ ἄξιον, οἷόν τ’ εἶναι εὖ καὶ καλῶς λόγον
καταστησάμενον ἐν δικαστηρίῳ ἢ ἐν βουλευτηρίῳ ἢ ἐπὶ ἄλλῃ
[304b] τινὶ ἀρχῇ, πρὸς ἣν ἂν ὁ λόγος ᾖ, πείσαντα οἴχεσθαι φέροντα
οὐ τὰ σμικρότατα ἀλλὰ τὰ μέγιστα τῶν ἄθλων, σωτηρίαν
αὑτοῦ τε καὶ τῶν αὑτοῦ χρημάτων καὶ φίλων. τούτων οὖν
χρὴ ἀντέχεσθαι, χαίρειν ἐάσαντα τὰς σμικρολογίας ταύτας,
ἵνα μὴ δοκῇ λίαν ἀνόητος εἶναι λήρους καὶ φλυαρίας ὥσπερ
νῦν μεταχειριζόμενος.

    ΣΩ. Ὦ Ἱππία φίλε, σὺ μὲν μακάριος εἶ, ὅτι τε οἶσθα
ἃ χρὴ ἐπιτηδεύειν ἄνθρωπον, καὶ ἐπιτετήδευκας ἱκανῶς, ὡς
[304c] φῄς· ἐμὲ δὲ δαιμονία τις τύχη, ὡς ἔοικε, κατέχει, ὅστις
πλανῶμαι μὲν καὶ ἀπορῶ ἀεί, ἐπιδεικνὺς δὲ τὴν ἐμαυτοῦ
ἀπορίαν ὑμῖν τοῖς σοφοῖς λόγῳ αὖ ὑπὸ ὑμῶν προπηλακί-
ζομαι, ἐπειδὰν ἐπιδείξω. λέγετε γάρ με, ἅπερ καὶ σὺ νῦν
λέγεις, ὡς ἠλίθιά τε καὶ σμικρὰ καὶ οὐδενὸς ἄξια πρα-
γματεύομαι· ἐπειδὰν δὲ αὖ ἀναπεισθεὶς ὑπὸ ὑμῶν λέγω ἅπερ
ὑμεῖς, ὡς πολὺ κράτιστόν ἐστιν οἷόν τ’ εἶναι λόγον εὖ καὶ
καλῶς καταστησάμενον περαίνειν ἐν δικαστηρίῳ ἢ ἐν ἄλλῳ
[304d] τινὶ συλλόγῳ, ὑπό τε ἄλλων τινῶν τῶν ἐνθάδε καὶ ὑπὸ
τούτου τοῦ ἀνθρώπου τοῦ ἀεί με ἐλέγχοντος πάντα κακὰ
ἀκούω. καὶ γάρ μοι τυγχάνει ἐγγύτατα γένους ὢν καὶ ἐν
τῷ αὐτῷ οἰκῶν· ἐπειδὰν οὖν εἰσέλθω οἴκαδε εἰς ἐμαυτοῦ
καί μου ἀκούσῃ ταῦτα λέγοντος, ἐρωτᾷ εἰ οὐκ αἰσχύνομαι
τολμῶν περὶ καλῶν ἐπιτηδευμάτων διαλέγεσθαι, οὕτω φανε-
ρῶς ἐξελεγχόμενος περὶ τοῦ καλοῦ ὅτι οὐδ’ αὐτὸ τοῦτο ὅτι
ποτέ ἐστιν οἶδα. «Καίτοι πῶς σὺ εἴσῃ», φησίν, «ἢ λόγον
[304e] ὅστις καλῶς κατεστήσατο ἢ μή, ἢ ἄλλην πρᾶξιν ἡντινοῦν,
τὸ καλὸν ἀγνοῶν; καὶ ὁπότε οὕτω διάκεισαι, οἴει σοι κρεῖτ-
τον εἶναι ζῆν μᾶλλον ἢ τεθνάναι;» συμβέβηκε δή μοι, ὅπερ
λέγω, κακῶς μὲν ὑπὸ ὑμῶν ἀκούειν καὶ ὀνειδίζεσθαι, κακῶς
δὲ ὑπ’ ἐκείνου. ἀλλὰ γὰρ ἴσως ἀναγκαῖον ὑπομένειν ταῦτα
πάντα· οὐδὲν γὰρ ἄτοπον εἰ ὠφελοίμην. ἐγὼ οὖν μοι δοκῶ,
ὦ Ἱππία, ὠφελῆσθαι ἀπὸ τῆς ἀμφοτέρων ὑμῶν ὁμιλίας· τὴν
γὰρ παροιμίαν ὅτι ποτὲ λέγει, τὸ «Χαλεπὰ τὰ καλά», δοκῶ
μοι εἰδέναι.