Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΙΠΠΙΑΣ ΕΛΑΤΤΩΝ

ΠΛ ΙππΕ 372a–373a

Ένα δείγμα της σωκρατικής προσποίησης άγνοιας
Στον παράδοξο αυτόν διάλογο ο Σωκράτης ελέγχει τον σοφιστή Ιππία, που υποστήριξε ότι ο Αχιλλέας, σε αντίθεση με τον πανούργο Οδυσσέα, ήταν ο πιο άξιος ανάμεσα στους Έλληνες που εξεστράτευσαν στην Τροία. Με αφορμή ένα χωρίο της Ιλιάδας ο Σωκράτης ισχυρίστηκε ότι ο Αχιλλέας, όπως και οποιοσδήποτε που λόγω άγνοιας λέει ψέματα ακούσια, ήταν κατώτερος από κάποιον που είχε επίγνωση ότι έλεγε ψέματα. Η θέση αυτή προκάλεσε την αντίδραση του Ιππία. Η απάντηση του Σωκράτη ακολουθεί.

    ΣΩ. Ὁρᾷς, ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὡς
[372b] λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν; καὶ κινδυνεύω
ἓν μόνον ἔχειν τοῦτο ἀγαθόν, τἆλλα ἔχων πάνυ φαῦλα·
τῶν μὲν γὰρ πραγμάτων ᾗ ἔχει ἔσφαλμαι, καὶ οὐκ οἶδ’ ὅπῃ
ἐστί. τεκμήριον δέ μοι τούτου ἱκανόν, ὅτι ἐπειδὰν συγγέ-
νωμαί τῳ ὑμῶν τῶν εὐδοκιμούντων ἐπὶ σοφίᾳ καὶ οἷς οἱ
Ἕλληνες πάντες μάρτυρές εἰσι τῆς σοφίας, φαίνομαι οὐδὲν
εἰδώς· οὐδὲν γάρ μοι δοκεῖ τῶν αὐτῶν καὶ ὑμῖν, ὡς ἔπος
[372c] εἰπεῖν. καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις
σοφοῖς ἀνδράσι διαφέρηται; ἓν δὲ τοῦτο θαυμάσιον ἔχω
ἀγαθόν, ὅ με σῴζει· οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ
πυνθάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινο-
μένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτος. οὐ γὰρ πώ-
ποτε ἔξαρνος ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενος τὸ
μάθημα εἶναι ὡς εὕρημα· ἀλλ’ ἐγκωμιάζω τὸν διδάξαντά με
ὡς σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρ’ αὐτοῦ. καὶ δὴ καὶ
[372d] νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ
σφόδρα· καὶ τοῦτ’ εὖ οἶδα ὅτι δι’ ἐμὲ γίγνεται, ὅτι τοιοῦτός
εἰμι οἷόσπερ εἰμί, ἵνα μηδὲν ἐμαυτὸν μεῖζον εἴπω. ἐμοὶ
γὰρ φαίνεται, ὦ Ἱππία, πᾶν τοὐναντίον ἢ ὃ σὺ λέγεις· οἱ
βλάπτοντες τοὺς ἀνθρώπους καὶ ἀδικοῦντες καὶ ψευδόμενοι
καὶ ἐξαπατῶντες καὶ ἁμαρτάνοντες ἑκόντες ἀλλὰ μὴ ἄκοντες,
βελτίους εἶναι ἢ οἱ ἄκοντες. ἐνίοτε μέντοι καὶ τοὐναντίον
δοκεῖ μοι τούτων καὶ πλανῶμαι περὶ ταῦτα, δῆλον ὅτι διὰ
[372e] τὸ μὴ εἰδέναι· νυνὶ δὲ ἐν τῷ παρόντι μοι ὥσπερ κατηβολὴ
περιελήλυθεν, καὶ δοκοῦσί μοι οἱ ἑκόντες ἐξαμαρτάνοντες
περί τι βελτίους εἶναι τῶν ἀκόντων. αἰτιῶμαι δὲ τοῦ νῦν
παρόντος παθήματος τοὺς ἔμπροσθεν λόγους αἰτίους εἶναι,
ὥστε φαίνεσθαι νῦν ἐν τῷ παρόντι τοὺς ἄκοντας τούτων
ἕκαστα ποιοῦντας πονηροτέρους ἢ τοὺς ἑκόντας. σὺ οὖν
χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου· πολὺ
[373a] γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν
ἢ νόσου τὸ σῶμα. μακρὸν μὲν οὖν λόγον εἰ ’θέλεις λέγειν,
προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο ―οὐ γὰρ ἂν ἀκολουθήσαιμι―
ὥσπερ δὲ ἄρτι εἰ ’θέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις,
οἶμαι δὲ οὐδ’ αὐτὸν σὲ βλαβήσεσθαι. δικαίως δ’ ἂν καὶ σὲ
παρακαλοίην, ὦ παῖ Ἀπημάντου· σὺ γάρ με ἐπῆρας Ἱππίᾳ
διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι,
δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.