Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΘΕΑΙΤΗΤΟΣ

ΠΛ Θεαιτ 184b–186e

Η γνώση δεν προέρχεται από τις αισθήσεις
Μετά την παρέκβαση, όπου συγκρίθηκαν οι φιλόσοφοι με όσους συχνάζουν στα δικαστήρια (βλ. σχετικά ΠΛ Θεαιτ 172a–174a και 176a–177a), η συζήτηση επανήλθε στον έλεγχο του αξιώματος του Πρωταγόρα ότι « πάντων χρημάτων μέτρον ἄνθρωπος» (βλ. και ΠΛ Θεαιτ 169d–171e). Υποστηρίχθηκε, λοιπόν, ότι μέτρο σε κάθε ζήτημα είναι ο ειδικός και ότι, λόγω της αέναης ροής των πραγμάτων, ο ορισμός πως "γνώση είναι η αίσθηση" δεν έχει καμιά αξία. Λόγω της σπουδαιότητας του θέματος, Σωκράτης και Θεόδωρος συμφωνούν ότι πρέπει με τη μαιευτική μέθοδο να βοηθήσουν τον Θεαίτητο να εξωτερικεύσει τις απόψεις του για τη γνώση.

    ΣΩ. Ἔτι τοίνυν, ὦ Θεαίτητε, τοσόνδε περὶ τῶν εἰρη-
μένων ἐπίσκεψαι. αἴσθησιν γὰρ δὴ ἐπιστήμην ἀπεκρίνω·
ἦ γάρ;

    ΘΕΑΙ. Ναί.

    ΣΩ. Εἰ οὖν τίς σε ὧδ’ ἐρωτῴη· «Τῷ τὰ λευκὰ καὶ μέλανα
ὁρᾷ ἄνθρωπος καὶ τῷ τὰ ὀξέα καὶ βαρέα ἀκούει;» εἴποις ἂν
οἶμαι «Ὄμμασί τε καὶ ὠσίν.»

    ΘΕΑΙ. Ἔγωγε.

    [184c] ΣΩ. Τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ
μὴ δι’ ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές,
ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστι δὲ ὅτε
ἀναγκαῖον, οἷον καὶ νῦν ἀνάγκη ἐπιλαβέσθαι τῆς ἀποκρίσεως
ἣν ἀποκρίνῃ, ᾗ οὐκ ὀρθή. σκόπει γάρ· ἀπόκρισις ποτέρα
ὀρθοτέρα, ᾧ ὁρῶμεν τοῦτο εἶναι ὀφθαλμούς, ἢ δι’ οὗ ὁρῶμεν,
καὶ ᾧ ἀκούομεν ὦτα, ἢ δι’ οὗ ἀκούομεν;

    ΘΕΑΙ. Δι’ ὧν ἕκαστα αἰσθανόμεθα, ἔμοιγε δοκεῖ, ὦ
Σώκρατες, μᾶλλον ἢ οἷς.

    [184d] ΣΩ. Δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν
ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ μὴ
εἰς μίαν τινὰ ἰδέαν, εἴτε ψυχὴν εἴτε ὅτι δεῖ καλεῖν, πάντα
ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόμεθα
ὅσα αἰσθητά.

    ΘΕΑΙ. Ἀλλά μοι δοκεῖ οὕτω μᾶλλον ἢ ἐκείνως.

    ΣΩ. Τοῦδέ τοι ἕνεκα αὐτά σοι διακριβοῦμαι, εἴ τινι ἡμῶν
αὐτῶν τῷ αὐτῷ διὰ μὲν ὀφθαλμῶν ἐφικνούμεθα λευκῶν τε
[184e] καὶ μελάνων, διὰ δὲ τῶν ἄλλων ἑτέρων αὖ τινῶν· καὶ ἕξεις
ἐρωτώμενος πάντα τὰ τοιαῦτα εἰς τὸ σῶμα ἀναφέρειν; ἴσως
δὲ βέλτιον σὲ λέγειν αὐτὰ ἀποκρινόμενον μᾶλλον ἢ ἐμὲ
ὑπὲρ σοῦ πολυπραγμονεῖν. καί μοι λέγε· θερμὰ καὶ σκληρὰ
καὶ κοῦφα καὶ γλυκέα δι’ ὧν αἰσθάνῃ, ἆρα οὐ τοῦ σώματος
ἕκαστα τίθης; ἢ ἄλλου τινός;

    ΘΕΑΙ. Οὐδενὸς ἄλλου.

    ΣΩ. Ἦ καὶ ἐθελήσεις ὁμολογεῖν ἃ δι’ ἑτέρας δυνάμεως
[185a] αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ
δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς;

    ΘΕΑΙ. Πῶς γὰρ οὐκ ἐθελήσω;

    ΣΩ. Εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε
τοῦ ἑτέρου ὀργάνου, οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων
αἰσθάνοι’ ἄν.

    ΘΕΑΙ. Οὐ γὰρ οὖν.

    ΣΩ. Περὶ δὴ φωνῆς καὶ περὶ χρόας πρῶτον μὲν αὐτὸ
τοῦτο περὶ ἀμφοτέρων ἦ διανοῇ, ὅτι ἀμφοτέρω ἐστόν;

    ΘΕΑΙ. Ἔγωγε.

    ΣΩ. Οὐκοῦν καὶ ὅτι ἑκάτερον ἑκατέρου μὲν ἕτερον, ἑαυτῷ
δὲ ταὐτόν;

    [185b] ΘΕΑΙ. Τί μήν;

    ΣΩ. Καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν;

    ΘΕΑΙ. Καὶ τοῦτο.

    ΣΩ. Οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε ὁμοίω ἀλλήλοιν,
δυνατὸς εἶ ἐπισκέψασθαι;

    ΘΕΑΙ. Ἴσως.

    ΣΩ. Ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτοῖν διανοῇ; οὔτε
γὰρ δι’ ἀκοῆς οὔτε δι’ ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν
περὶ αὐτῶν. ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν· εἰ
γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι ἆρ’ ἐστὸν ἁλμυρὼ ἢ οὔ,
[185c] οἶσθ’ ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε
ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.

    ΘΕΑΙ. Τί δ’ οὐ μέλλει, ἥ γε διὰ τῆς γλώττης δύναμις;

    ΣΩ. Καλῶς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύναμις τό τ’ ἐπὶ
πᾶσι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ «ἔστιν»
ἐπονομάζεις καὶ τὸ «οὐκ ἔστι» καὶ ἃ νυνδὴ ἠρωτῶμεν
περὶ αὐτῶν; τούτοις πᾶσι ποῖα ἀποδώσεις ὄργανα δι’ ὧν
αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα;

    ΘΕΑΙ. Οὐσίαν λέγεις καὶ τὸ μὴ εἶναι, καὶ ὁμοιότητα
καὶ ἀνομοιότητα, καὶ τὸ ταὐτόν τε καὶ [τὸ] ἕτερον, ἔτι δὲ
[185d] ἕν τε καὶ τὸν ἄλλον ἀριθμὸν περὶ αὐτῶν. δῆλον δὲ ὅτι
καὶ ἄρτιόν τε καὶ περιττὸν ἐρωτᾷς, καὶ τἆλλα ὅσα τού-
τοις ἕπεται, διὰ τίνος ποτὲ τῶν τοῦ σώματος τῇ ψυχῇ
αἰσθανόμεθα.

    ΣΩ. Ὑπέρευ, ὦ Θεαίτητε, ἀκολουθεῖς, καὶ ἔστιν ἃ ἐρωτῶ
αὐτὰ ταῦτα.

    ΘΕΑΙ. Ἀλλὰ μὰ Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ ἂν
ἔχοιμι εἰπεῖν, πλήν γ’ ὅτι μοι δοκεῖ τὴν ἀρχὴν οὐδ’ εἶναι
τοιοῦτον οὐδὲν τούτοις ὄργανον ἴδιον ὥσπερ ἐκείνοις, ἀλλ’
[185e] αὐτὴ δι’ αὑτῆς ἡ ψυχὴ τὰ κοινά μοι φαίνεται περὶ πάντων
ἐπισκοπεῖν.

    ΣΩ. Καλὸς γὰρ εἶ, ὦ Θεαίτητε, καὶ οὐχ, ὡς ἔλεγε
Θεόδωρος, αἰσχρός· ὁ γὰρ καλῶς λέγων καλός τε καὶ
ἀγαθός. πρὸς δὲ τῷ καλῷ εὖ ἐποίησάς με μάλα συχνοῦ λόγου
ἀπαλλάξας, εἰ φαίνεταί σοι τὰ μὲν αὐτὴ δι’ αὑτῆς ἡ ψυχὴ
ἐπισκοπεῖν, τὰ δὲ διὰ τῶν τοῦ σώματος δυνάμεων. τοῦτο γὰρ
ἦν ὃ καὶ αὐτῷ μοι ἐδόκει, ἐβουλόμην δὲ καὶ σοὶ δόξαι.

    [186a] ΘΕΑΙ. Ἀλλὰ μὴν φαίνεταί γε.

    ΣΩ. Ποτέρων οὖν τίθης τὴν οὐσίαν; τοῦτο γὰρ μάλιστα
ἐπὶ πάντων παρέπεται.

    ΘΕΑΙ. Ἐγὼ μὲν ὧν αὐτὴ ἡ ψυχὴ καθ’ αὑτὴν ἐπορέγεται.

    ΣΩ. Ἦ καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὸ ταὐτὸν καὶ
ἕτερον;

    ΘΕΑΙ. Ναί.

    ΣΩ. Τί δέ; καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν;

    ΘΕΑΙ. Καὶ τούτων μοι δοκεῖ ἐν τοῖς μάλιστα πρὸς
ἄλληλα σκοπεῖσθαι τὴν οὐσίαν, ἀναλογιζομένη ἐν ἑαυτῇ τὰ
[186b] γεγονότα καὶ τὰ παρόντα πρὸς τὰ μέλλοντα.

    ΣΩ. Ἔχε δή· ἄλλο τι τοῦ μὲν σκληροῦ τὴν σκληρότητα
διὰ τῆς ἐπαφῆς αἰσθήσεται, καὶ τοῦ μαλακοῦ τὴν μαλακότητα
ὡσαύτως;

    ΘΕΑΙ. Ναί.

    ΣΩ. Τὴν δέ γε οὐσίαν καὶ ὅτι ἐστὸν καὶ τὴν ἐναντιότητα
πρὸς ἀλλήλω καὶ τὴν οὐσίαν αὖ τῆς ἐναντιότητος αὐτὴ ἡ
ψυχὴ ἐπανιοῦσα καὶ συμβάλλουσα πρὸς ἄλληλα κρίνειν
πειρᾶται ἡμῖν.

    ΘΕΑΙ. Πάνυ μὲν οὖν.

    ΣΩ. Οὐκοῦν τὰ μὲν εὐθὺς γενομένοις πάρεστι φύσει
[186c] αἰσθάνεσθαι ἀνθρώποις τε καὶ θηρίοις, ὅσα διὰ τοῦ σώματος
παθήματα ἐπὶ τὴν ψυχὴν τείνει· τὰ δὲ περὶ τούτων ἀνα-
λογίσματα πρός τε οὐσίαν καὶ ὠφέλειαν μόγις καὶ ἐν χρόνῳ
διὰ πολλῶν πραγμάτων καὶ παιδείας παραγίγνεται οἷς ἂν καὶ
παραγίγνηται;

    ΘΕΑΙ. Παντάπασι μὲν οὖν.

    ΣΩ. Οἷόν τε οὖν ἀληθείας τυχεῖν, ᾧ μηδὲ οὐσίας;

    ΘΕΑΙ. Ἀδύνατον.

    ΣΩ. Οὗ δὲ ἀληθείας τις ἀτυχήσει, ποτὲ τούτου ἐπιστήμων
ἔσται;

    [186d] ΘΕΑΙ. Καὶ πῶς ἄν, ὦ Σώκρατες;

    ΣΩ. Ἐν μὲν ἄρα τοῖς παθήμασιν οὐκ ἔνι ἐπιστήμη,
ἐν δὲ τῷ περὶ ἐκείνων συλλογισμῷ· οὐσίας γὰρ καὶ ἀλη-
θείας ἐνταῦθα μέν, ὡς ἔοικε, δυνατὸν ἅψασθαι, ἐκεῖ δὲ
ἀδύνατον.

    ΘΕΑΙ. Φαίνεται.

    ΣΩ. Ἦ οὖν ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτο καλεῖς, τοσαύτας
διαφορὰς ἔχοντε;

    ΘΕΑΙ. Οὔκουν δὴ δίκαιόν γε.

    ΣΩ. Τί οὖν δὴ ἐκείνῳ ἀποδίδως ὄνομα, τῷ ὁρᾶν ἀκούειν
ὀσφραίνεσθαι ψύχεσθαι θερμαίνεσθαι;

    [186e] ΘΕΑΙ. Αἰσθάνεσθαι ἔγωγε· τί γὰρ ἄλλο;

    ΣΩ. Σύμπαν ἄρ’ αὐτὸ καλεῖς αἴσθησιν;

    ΘΕΑΙ. Ἀνάγκη.

    ΣΩ. Ὧι γε, φαμέν, οὐ μέτεστιν ἀληθείας ἅψασθαι· οὐδὲ
γὰρ οὐσίας.

    ΘΕΑΙ. Οὐ γὰρ οὖν.

    ΣΩ. Οὐδ’ ἄρ’ ἐπιστήμης.

    ΘΕΑΙ. Οὐ γάρ.

    ΣΩ. Οὐκ ἄρ’ ἂν εἴη ποτέ, ὦ Θεαίτητε, αἴσθησίς τε καὶ
ἐπιστήμη ταὐτόν.

    ΘΕΑΙ. Οὐ φαίνεται, ὦ Σώκρατες. καὶ μάλιστά γε νῦν
καταφανέστατον γέγονεν ἄλλο ὂν αἰσθήσεως ἐπιστήμη.