Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΘΕΑΙΤΗΤΟΣ

ΠΛ Θεαιτ 169d–171e

Συζήτηση για την άποψη του Πρωταγόρα ότι «πάντων χρημάτων μέτρον ἄνθρωπος»
Συζητώντας με τον Θεαίτητο για την ουσία της γνώσης, ο Σωκράτης επεσήμανε ότι, εάν ίσχυε η θέση του Πρωταγόρα ότι «πάντων χρημάτων μέτρον ἄνθρωπος» , όλοι οι άνθρωποι θα ήταν το ίδιο σοφοί. Επίσης, γνώση και αίσθηση θα είχαν την ίδια διάρκεια. Και τα δύο αυτά επακόλουθα απορρίφθηκαν ως άτοπα, ωστόσο η παράθεση των αναμενόμενων επιχειρημάτων του Πρωταγόρα κατέστησε απαραίτητη την περαιτέρω διερεύνηση του θέματος με τη συνδρομή του Θεόδωρου του Κυρηναίου, δασκάλου του Θεαίτητου.

    ΣΩ. Τοῦδε τοίνυν πρῶτον πάλιν ἀντιλαβώμεθα οὗπερ τὸ
πρότερον, καὶ ἴδωμεν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδυσχεραίνομεν
ἐπιτιμῶντες τῷ λόγῳ ὅτι αὐτάρκη ἕκαστον εἰς φρόνησιν
ἐποίει, καὶ ἡμῖν συνεχώρησεν ὁ Πρωταγόρας περί τε τοῦ
ἀμείνονος καὶ χείρονος διαφέρειν τινάς, οὓς δὴ καὶ εἶναι
σοφούς. οὐχί;

    ΘΕΟ. Ναί.

    ΣΩ. Εἰ μὲν τοίνυν αὐτὸς παρὼν ὡμολόγει ἀλλὰ μὴ ἡμεῖς
[169e] βοηθοῦντες ὑπὲρ αὐτοῦ συνεχωρήσαμεν, οὐδὲν ἂν πάλιν ἔδει
ἐπαναλαβόντας βεβαιοῦσθαι· νῦν δὲ τάχ’ ἄν τις ἡμᾶς ἀκύρους
τιθείη τῆς ὑπὲρ ἐκείνου ὁμολογίας. διὸ καλλιόνως ἔχει
σαφέστερον περὶ τούτου αὐτοῦ διομολογήσασθαι· οὐ γάρ τι
σμικρὸν παραλλάττει οὕτως ἔχον ἢ ἄλλως.

    ΘΕΟ. Λέγεις ἀληθῆ.

    ΣΩ. Μὴ τοίνυν δι’ ἄλλων ἀλλ’ ἐκ τοῦ ἐκείνου λόγου ὡς
[170a] διὰ βραχυτάτων λάβωμεν τὴν ὁμολογίαν.

    ΘΕΟ. Πῶς;

    ΣΩ. Οὑτωσί· τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναί φησί
που ᾧ δοκεῖ;

    ΘΕΟ. Φησὶ γὰρ οὖν.

    ΣΩ. Οὐκοῦν, ὦ Πρωταγόρα, καὶ ἡμεῖς ἀνθρώπου, μᾶλλον
δὲ πάντων ἀνθρώπων δόξας λέγομεν, καὶ φαμὲν οὐδένα
ὅντινα οὐ τὰ μὲν αὑτὸν ἡγεῖσθαι τῶν ἄλλων σοφώτερον, τὰ
δὲ ἄλλους ἑαυτοῦ, καὶ ἔν γε τοῖς μεγίστοις κινδύνοις, ὅταν
ἐν στρατείαις ἢ νόσοις ἢ ἐν θαλάττῃ χειμάζωνται, ὥσπερ
πρὸς θεοὺς ἔχειν τοὺς ἐν ἑκάστοις ἄρχοντας, σωτῆρας σφῶν
[170b] προσδοκῶντας, οὐκ ἄλλῳ τῳ διαφέροντας ἢ τῷ εἰδέναι· καὶ
πάντα που μεστὰ τἀνθρώπινα ζητούντων διδασκάλους τε καὶ
ἄρχοντας ἑαυτῶν τε καὶ τῶν ἄλλων ζῴων τῶν τε ἐργασιῶν,
οἰομένων τε αὖ ἱκανῶν μὲν διδάσκειν, ἱκανῶν δὲ ἄρχειν
εἶναι. καὶ ἐν τούτοις ἅπασι τί ἄλλο φήσομεν ἢ αὐτοὺς τοὺς
ἀνθρώπους ἡγεῖσθαι σοφίαν καὶ ἀμαθίαν εἶναι παρὰ σφίσιν;

    ΘΕΟ. Οὐδὲν ἄλλο.

    ΣΩ. Οὐκοῦν τὴν μὲν σοφίαν ἀληθῆ διάνοιαν ἡγοῦνται,
τὴν δὲ ἀμαθίαν ψευδῆ δόξαν;

    [170c] ΘΕΟ. Τί μήν;

    ΣΩ. Τί οὖν, ὦ Πρωταγόρα, χρησόμεθα τῷ λόγῳ; πότε-
ρον ἀληθῆ φῶμεν ἀεὶ τοὺς ἀνθρώπους δοξάζειν, ἢ τοτὲ μὲν
ἀληθῆ, τοτὲ δὲ ψευδῆ; ἐξ ἀμφοτέρων γάρ που συμβαίνει μὴ
ἀεὶ ἀληθῆ ἀλλ’ ἀμφότερα αὐτοὺς δοξάζειν. σκόπει γάρ, ὦ
Θεόδωρε, εἰ ἐθέλοι ἄν τις τῶν ἀμφὶ Πρωταγόραν ἢ σὺ
αὐτὸς διαμάχεσθαι ὡς οὐδεὶς ἡγεῖται ἕτερος ἕτερον ἀμαθῆ
τε εἶναι καὶ ψευδῆ δοξάζειν.

    ΘΕΟ. Ἀλλ’ ἄπιστον, ὦ Σώκρατες.

    [170d] ΣΩ. Καὶ μὴν εἰς τοῦτό γε ἀνάγκης ὁ λόγος ἥκει ὁ
πάντων χρημάτων μέτρον ἄνθρωπον λέγων.

    ΘΕΟ. Πῶς δή;

    ΣΩ. Ὅταν σὺ κρίνας τι παρὰ σαυτῷ πρός με ἀποφαίνῃ
περί τινος δόξαν, σοὶ μὲν δὴ τοῦτο κατὰ τὸν ἐκείνου λόγον
ἀληθὲς ἔστω, ἡμῖν δὲ δὴ τοῖς ἄλλοις περὶ τῆς σῆς κρίσεως
πότερον οὐκ ἔστιν κριταῖς γενέσθαι, ἢ ἀεὶ σὲ κρίνομεν
ἀληθῆ δοξάζειν; ἢ μυρίοι ἑκάστοτέ σοι μάχονται ἀντιδοξά-
ζοντες, ἡγούμενοι ψευδῆ κρίνειν τε καὶ οἴεσθαι;

    [170e] ΘΕΟ. Νὴ τὸν Δία, ὦ Σώκρατες, μάλα μυρίοι δῆτα,
φησὶν Ὅμηρος, οἵ γέ μοι τὰ ἐξ ἀνθρώπων πράγματα
παρέχουσιν.

    ΣΩ. Τί οὖν; βούλει λέγωμεν ὡς σὺ τότε σαυτῷ μὲν
ἀληθῆ δοξάζεις, τοῖς δὲ μυρίοις ψευδῆ;

    ΘΕΟ. Ἔοικεν ἔκ γε τοῦ λόγου ἀνάγκη εἶναι.

    ΣΩ. Τί δὲ αὐτῷ Πρωταγόρᾳ; ἆρ’ οὐχὶ ἀνάγκη, εἰ μὲν
μηδὲ αὐτὸς ᾤετο μέτρον εἶναι ἄνθρωπον μηδὲ οἱ πολλοί,
ὥσπερ οὐδὲ οἴονται, μηδενὶ δὴ εἶναι ταύτην τὴν ἀλήθειαν
[171a] ἣν ἐκεῖνος ἔγραψεν; εἰ δὲ αὐτὸς μὲν ᾤετο, τὸ δὲ πλῆθος μὴ
συνοίεται, οἶσθ’ ὅτι πρῶτον μὲν ὅσῳ πλείους οἷς μὴ δοκεῖ ἢ
οἷς δοκεῖ, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ἢ ἔστιν.

    ΘΕΟ. Ἀνάγκη, εἴπερ γε καθ’ ἑκάστην δόξαν ἔσται καὶ
οὐκ ἔσται.

    ΣΩ. Ἔπειτά γε τοῦτ’ ἔχει κομψότατον· ἐκεῖνος μὲν περὶ
τῆς αὑτοῦ οἰήσεως τὴν τῶν ἀντιδοξαζόντων οἴησιν, ᾗ ἐκεῖ-
νον ἡγοῦνται ψεύδεσθαι, συγχωρεῖ που ἀληθῆ εἶναι ὁμολογῶν
τὰ ὄντα δοξάζειν ἅπαντας.

    ΘΕΟ. Πάνυ μὲν οὖν.

    [171b] ΣΩ. Οὐκοῦν τὴν αὑτοῦ ἂν ψευδῆ συγχωροῖ, εἰ τὴν τῶν
ἡγουμένων αὐτὸν ψεύδεσθαι ὁμολογεῖ ἀληθῆ εἶναι;

    ΘΕΟ. Ἀνάγκη.

    ΣΩ. Οἱ δέ γ’ ἄλλοι οὐ συγχωροῦσιν ἑαυτοῖς ψεύδεσθαι;

    ΘΕΟ. Οὐ γὰρ οὖν.

    ΣΩ. Ὁ δέ γ’ αὖ ὁμολογεῖ καὶ ταύτην ἀληθῆ τὴν δόξαν
ἐξ ὧν γέγραφεν.

    ΘΕΟ. Φαίνεται.

    ΣΩ. Ἐξ ἁπάντων ἄρα ἀπὸ Πρωταγόρου ἀρξαμένων
ἀμφισβητήσεται, μᾶλλον δὲ ὑπό γε ἐκείνου ὁμολογήσεται,
ὅταν τῷ τἀναντία λέγοντι συγχωρῇ ἀληθῆ αὐτὸν δοξάζειν,
[171c] τότε καὶ ὁ Πρωταγόρας αὐτὸς συγχωρήσεται μήτε κύνα μήτε
τὸν ἐπιτυχόντα ἄνθρωπον μέτρον εἶναι μηδὲ περὶ ἑνὸς οὗ ἂν
μὴ μάθῃ. οὐχ οὕτως;

    ΘΕΟ. Οὕτως.

    ΣΩ. Οὐκοῦν ἐπειδὴ ἀμφισβητεῖται ὑπὸ πάντων, οὐδενὶ
ἂν εἴη ἡ Πρωταγόρου Ἀλήθεια ἀληθής, οὔτε τινὶ ἄλλῳ οὔτ’
αὐτῷ ἐκείνῳ.

    ΘΕΟ. Ἄγαν, ὦ Σώκρατες, τὸν ἑταῖρόν μου καταθέομεν.

    ΣΩ. Ἀλλά τοι, ὦ φίλε, ἄδηλον εἰ καὶ παραθέομεν τὸ
ὀρθόν. εἰκός γε ἄρα ἐκεῖνον πρεσβύτερον ὄντα σοφώτερον
[171d] ἡμῶν εἶναι· καὶ εἰ αὐτίκα ἐντεῦθεν ἀνακύψειε μέχρι τοῦ
αὐχένος, πολλὰ ἂν ἐμέ τε ἐλέγξας ληροῦντα, ὡς τὸ εἰκός,
καὶ σὲ ὁμολογοῦντα, καταδὺς ἂν οἴχοιτο ἀποτρέχων. ἀλλ’
ἡμῖν ἀνάγκη οἶμαι χρῆσθαι ἡμῖν αὐτοῖς ὁποῖοί τινές ἐσμεν,
καὶ τὰ δοκοῦντα ἀεὶ ταῦτα λέγειν. καὶ δῆτα καὶ νῦν ἄλλο
τι φῶμεν ὁμολογεῖν ἂν τοῦτό γε ὁντινοῦν, τὸ εἶναι σοφώτερον
ἕτερον ἑτέρου, εἶναι δὲ καὶ ἀμαθέστερον;

    ΘΕΟ. Ἐμοὶ γοῦν δοκεῖ.

    ΣΩ. Ἦ καὶ ταύτῃ ἂν μάλιστα ἵστασθαι τὸν λόγον, ᾗ
[171e] ἡμεῖς ὑπεγράψαμεν βοηθοῦντες Πρωταγόρᾳ, ὡς τὰ μὲν
πολλὰ ᾗ δοκεῖ, ταύτῃ καὶ ἔστιν ἑκάστῳ, θερμά, ξηρά,
γλυκέα, πάντα ὅσα τοῦ τύπου τούτου· εἰ δέ που ἔν τισι
συγχωρήσεται διαφέρειν ἄλλον ἄλλου, περὶ τὰ ὑγιεινὰ καὶ
νοσώδη ἐθελῆσαι ἂν φάναι μὴ πᾶν γύναιον καὶ παιδίον, καὶ
θηρίον δέ, ἱκανὸν εἶναι ἰᾶσθαι αὑτὸ γιγνῶσκον ἑαυτῷ τὸ
ὑγιεινόν, ἀλλὰ ἐνταῦθα δὴ ἄλλον ἄλλου διαφέρειν, εἴπερ
που;

    ΘΕΟ. Ἔμοιγε δοκεῖ οὕτως.