Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΕΥΘΥΔΗΜΟΣ

ΠΛ Ευθυδ 304b–307c

Επίλογος: ο Σωκράτης υπερασπίζεται τη φιλοσοφία έναντι της ρητορικής
Οι σοφιστές Ευθύδημος και Διονυσόδωρος, μολονότι κλήθηκαν να απαντήσουν στο ερώτημα αν η πολιτική τέχνη μπορεί να κάνει όλους τους ανθρώπους ικανούς και αγαθούς, περιορίστηκαν σε σοφίσματα, προκαλώντας θυμηδία στο ακροατήριό τους. Ο Σωκράτης, που σε αυτόν τον διάλογο διηγείται στον Κρίτωνα όσα είχε συζητήσει την προηγούμενη ημέρα με τους δύο σοφιστές, τον νεαρό Κλεινία και τον φίλο του Κτήσιππο, κλείνει στο σημείο αυτό την αφήγηση εκείνης της συζήτησης και προχωρά στα συμπεράσματά του:

    Ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλε-
χθέντες ἀπῇμεν. σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ
[304c] ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντ’
ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθ’ ἡλικίαν ἐξείργειν
οὐδεμίαν ―ὃ δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ
τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδέν― μὴ οὐ παρα-
λαβεῖν ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν.

    ΚΡ. Καὶ μήν, ὦ Σώκρατες, φιλήκοος μὲν ἔγωγε καὶ
ἡδέως ἄν τι μανθάνοιμι, κινδυνεύω μέντοι κἀγὼ εἷς εἶναι
τῶν οὐχ ὁμοίων Εὐθυδήμῳ, ἀλλ’ ἐκείνων ὧν δὴ καὶ σὺ
[304d] ἔλεγες, τῶν ἥδιον ἂν ἐξελεγχομένων ὑπὸ τῶν τοιούτων
λόγων ἢ ἐξελεγχόντων. ἀτὰρ γελοῖον μέν μοι δοκεῖ εἶναι
τὸ νουθετεῖν σε, ὅμως δέ, ἅ γ’ ἤκουον, ἐθέλω σοι ἀπαγ-
γεῖλαι. τῶν ἀφ’ ὑμῶν ἀπιόντων ἴσθ’ ὅτι προσελθών τίς
μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων
τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν,
Ὦ Κρίτων, ἔφη, οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν; ―Οὐ μὰ
τὸν Δία, ἦν δ’ ἐγώ· οὐ γὰρ οἷός τ’ ἦ προσστὰς κατακούειν
ὑπὸ τοῦ ὄχλου. ―Καὶ μήν, ἔφη, ἄξιόν γ’ ἦν ἀκοῦσαι. ―Τί
[304e] δέ; ἦν δ’ ἐγώ. ―Ἵνα ἤκουσας ἀνδρῶν διαλεγομένων οἳ νῦν
σοφώτατοί εἰσι τῶν περὶ τοὺς τοιούτους λόγους. ―Κἀγὼ
εἶπον· Τί οὖν ἐφαίνοντό σοι; ―Τί δὲ ἄλλο, ἦ δ’ ὅς, ἢ οἷάπερ
ἀεὶ ἄν τις τῶν τοιούτων ἀκούσαι ληρούντων καὶ περὶ οὐδενὸς
ἀξίων ἀναξίαν σπουδὴν ποιουμένων; (οὑτωσὶ γάρ πως καὶ
εἶπεν τοῖς ὀνόμασιν). ―Καὶ ἐγώ, Ἀλλὰ μέντοι, ἔφην, χαρίεν
γέ τι πρᾶγμά ἐστιν ἡ φιλοσοφία. ―Ποῖον, ἔφη, χαρίεν, ὦ
[305a] μακάριε; οὐδενὸς μὲν οὖν ἄξιον. ἀλλὰ καὶ εἰ νῦν παρεγένου,
πάνυ ἄν σε οἶμαι αἰσχυνθῆναι ὑπὲρ τοῦ σεαυτοῦ ἑταίρου·
οὕτως ἦν ἄτοπος, ἐθέλων ἑαυτὸν παρέχειν ἀνθρώποις οἷς
οὐδὲν μέλει ὅτι ἂν λέγωσιν, παντὸς δὲ ῥήματος ἀντέχονται.
καὶ οὗτοι, ὅπερ ἄρτι ἔλεγον, ἐν τοῖς κράτιστοί εἰσι τῶν
νῦν. ἀλλὰ γάρ, ὦ Κρίτων, ἔφη, τὸ πρᾶγμα αὐτὸ καὶ οἱ
ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ
καταγέλαστοι. Ἐμοὶ δέ, ὦ Σώκρατες, τὸ πρᾶγμα ἐδόκει
[305b] οὐκ ὀρθῶς ψέγειν οὔθ’ οὗτος οὔτ’ εἴ τις ἄλλος ψέγει· τὸ
μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν
ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι.

    ΣΩ. Ὦ Κρίτων, θαυμάσιοί εἰσιν οἱ τοιοῦτοι ἄνδρες.
ἀτὰρ οὔπω οἶδα ὅτι μέλλω ἐρεῖν. ποτέρων ἦν ὁ προσελθών
σοι καὶ μεμφόμενος τὴν φιλοσοφίαν; πότερον τῶν ἀγωνί-
σασθαι δεινῶν ἐν τοῖς δικαστηρίοις, ῥήτωρ τις, ἢ τῶν τοὺς
τοιούτους εἰσπεμπόντων, ποιητὴς τῶν λόγων οἷς οἱ ῥήτορες
ἀγωνίζονται;

    [305c] ΚΡ. Ἥκιστα νὴ τὸν Δία ῥήτωρ, οὐδὲ οἶμαι πώποτ’ αὐτὸν
ἐπὶ δικαστήριον ἀναβεβηκέναι· ἀλλ’ ἐπαΐειν αὐτόν φασι
περὶ τοῦ πράγματος νὴ τὸν Δία καὶ δεινὸν εἶναι καὶ δεινοὺς
λόγους συντιθέναι.

    ΣΩ. Ἤδη μανθάνω· περὶ τούτων καὶ αὐτὸς νυνδὴ ἔμελ-
λον λέγειν. οὗτοι γάρ εἰσιν μέν, ὦ Κρίτων, οὓς ἔφη Πρό-
δικος μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται
δ’ εἶναι πάντων σοφώτατοι ἀνθρώπων, πρὸς δὲ τῷ εἶναι
καὶ δοκεῖν πάνυ παρὰ πολλοῖς, ὥστε παρὰ πᾶσιν εὐδοκιμεῖν
[305d] ἐμποδὼν σφίσιν εἶναι οὐδένας ἄλλους ἢ τοὺς περὶ φιλο-
σοφίαν ἀνθρώπους. ἡγοῦνται οὖν, ἐὰν τούτους εἰς δόξαν
καταστήσωσιν μηδενὸς δοκεῖν ἀξίους εἶναι, ἀναμφισβητήτως
ἤδη παρὰ πᾶσιν τὰ νικητήρια εἰς δόξαν οἴσεσθαι σοφίας
πέρι. εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ
τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύ-
δημον κολούεσθαι. σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυ ―εἰκότως·
μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν, μετρίως δὲ πολιτικῶν,
[305e] πάνυ ἐξ εἰκότος λόγου― μετέχειν γὰρ ἀμφοτέρων ὅσον ἔδει,
ἐκτὸς δὲ ὄντες κινδύνων καὶ ἀγώνων καρποῦσθαι τὴν σοφίαν.

    ΚΡ. Τί οὖν; δοκοῦσί σοί τι, ὦ Σώκρατες, λέγειν; οὐ
γάρ τοι ἀλλὰ ὅ γε λόγος ἔχει τινὰ εὐπρέπειαν τῶν ἀνδρῶν.

    ΣΩ. Καὶ γὰρ ἔχει ὄντως, ὦ Κρίτων, εὐπρέπειαν μᾶλλον
[306a] ἢ ἀλήθειαν. οὐ γὰρ ῥᾴδιον αὐτοὺς πεῖσαι ὅτι καὶ ἄνθρωποι
καὶ τἆλλα πάντα ὅσα μεταξύ τινοιν δυοῖν ἐστιν καὶ ἀμφο-
τέροιν τυγχάνει μετέχοντα, ὅσα μὲν ἐκ κακοῦ καὶ ἀγαθοῦ,
τοῦ μὲν βελτίω, τοῦ δὲ χείρω γίγνεται· ὅσα δὲ ἐκ δυοῖν
ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον
ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη· ὅσα δ’ ἐκ δυοῖν κακοῖν
συντεθέντα μὴ πρὸς τὸ αὐτὸ ὄντοιν ἐν τῷ μέσῳ ἐστίν, ταῦτα
[306b] μόνα βελτίω ἑκατέρου ἐκείνων ἐστίν, ὧν ἀμφοτέρων μέρος
μετέχουσιν. εἰ μὲν οὖν ἡ φιλοσοφία ἀγαθόν ἐστιν καὶ ἡ
πολιτικὴ πρᾶξις, πρὸς ἄλλο δὲ ἑκατέρα, οὗτοι δ’ ἀμφοτέρων
μετέχοντες τούτων ἐν μέσῳ εἰσίν, οὐδὲν λέγουσιν ―ἀμφο-
τέρων γάρ εἰσι φαυλότεροι― εἰ δὲ ἀγαθὸν καὶ κακόν, τῶν
μὲν βελτίους, τῶν δὲ χείρους· εἰ δὲ κακὰ ἀμφότερα, οὕτως
ἄν τι λέγοιεν ἀληθές, ἄλλως δ’ οὐδαμῶς. οὐκ ἂν οὖν οἶμαι
[306c] αὐτοὺς ὁμολογῆσαι οὔτε κακὼ αὐτὼ ἀμφοτέρω εἶναι οὔτε
τὸ μὲν κακόν, τὸ δὲ ἀγαθόν· ἀλλὰ τῷ ὄντι οὗτοι ἀμφο-
τέρων μετέχοντες ἀμφοτέρων ἥττους εἰσὶν πρὸς ἑκάτερον
πρὸς ὃ ἥ τε πολιτικὴ καὶ ἡ φιλοσοφία ἀξίω λόγου ἐστόν,
καὶ τρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι.
συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ
χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν·
πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχό-
[306d] μενον φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται.

    ΚΡ. Καὶ μήν, ὦ Σώκρατες, καὶ αὐτὸς περὶ τῶν ὑέων,
ὥσπερ ἀεὶ πρός σε λέγω, ἐν ἀπορίᾳ εἰμὶ τί δεῖ αὐτοῖς
χρήσασθαι. ὁ μὲν οὖν νεώτερος ἔτι καὶ σμικρός ἐστιν,
Κριτόβουλος δ’ ἤδη ἡλικίαν ἔχει καὶ δεῖταί τινος ὅστις
αὐτὸν ὀνήσει. ἐγὼ μὲν οὖν ὅταν σοὶ συγγένωμαι, οὕτω
διατίθεμαι ὥστ’ ἐμοὶ δοκεῖ μανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων
ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι, καὶ περὶ
[306e] τοῦ γάμου ὅπως ἐκ γενναιοτάτης ἔσονται μητρός, καὶ
περὶ τῶν χρημάτων ὅπως ὡς πλουσιώτατοι, αὐτῶν δὲ περὶ
παιδείας ἀμελῆσαι· ὅταν δὲ εἴς τινα ἀποβλέψω τῶν φα-
σκόντων ἂν παιδεῦσαι ἀνθρώπους, ἐκπέπληγμαι καί μοι
δοκεῖ εἷς ἕκαστος αὐτῶν σκοποῦντι πάνυ ἀλλόκοτος εἶναι,
[307a] ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι· ὥστε οὐκ ἔχω ὅπως
προτρέπω τὸ μειράκιον ἐπὶ φιλοσοφίαν.

    ΣΩ. Ὦ φίλε Κρίτων, οὐκ οἶσθα ὅτι ἐν παντὶ ἐπιτηδεύ-
ματι οἱ μὲν φαῦλοι πολλοὶ καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι
ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλὸν δοκεῖ
σοι εἶναι, καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία;

    ΚΡ. Ἔμοιγε πάντως δήπου.

    ΣΩ. Τί οὖν; ἐν ἑκάστῃ τούτων τοὺς πολλοὺς πρὸς
[307b] ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς;

    ΚΡ. Ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις.

    ΣΩ. Ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ
ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις;

    ΚΡ. Οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.

    ΣΩ. Μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλ’ ἐάσας
χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν
εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ,
[307c] ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντ’ ἄνδρα ἀπότρεπε,
μὴ μόνον τοὺς ὑεῖς· ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ
εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός
τε καὶ τὰ παιδία.