Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1283a23–1284b34

(ΑΡΙΣΤ Πολ 1281a11–1284b34: Ποιοι πρέπει να ασκούν εξουσία στην πόλη) Πόσο δικαιολογημένες είναι οι αξιώσεις διάφορων πληθυσμιακών ομάδων για κατάληψη της εξουσίας; – Διερεύνηση της σκοπιμότητας του οστρακισμού

    Πρὸς μὲν οὖν τὸ πόλιν εἶναι δόξειεν ἂν ἢ πάντα ἢ
ἔνιά γε τούτων ὀρθῶς ἀμφισβητεῖν, πρὸς μέντοι ζωὴν ἀγα-
(25) θὴν ἡ παιδεία καὶ ἡ ἀρετὴ μάλιστα δικαίως ἂν ἀμφισ-
βητοίησαν, καθάπερ εἴρηται καὶ πρότερον. ἐπεὶ δ’ οὔτε
πάντων ἴσον ἔχειν δεῖ τοὺς ἴσους ἕν τι μόνον ὄντας, οὔτε
ἄνισον τοὺς ἀνίσους καθ’ ἕν, ἀνάγκη πάσας εἶναι τὰς
τοιαύτας πολιτείας παρεκβάσεις. εἴρηται μὲν οὖν καὶ πρό-
(30) τερον ὅτι διαμφισβητοῦσι τρόπον τινὰ δικαίως πάντες,
ἁπλῶς δ’ οὐ πάντες δικαίως· οἱ πλούσιοι μὲν ὅτι πλεῖον
μέτεστι τῆς χώρας αὐτοῖς, ἡ δὲ χώρα κοινόν, ἔτι πρὸς τὰ
συμβόλαια πιστοὶ μᾶλλον ὡς ἐπὶ τὸ πλέον· οἱ δὲ ἐλεύ-
θεροι καὶ εὐγενεῖς ὡς ἐγγὺς ἀλλήλων (πολῖται γὰρ μᾶλ-
(35) λον οἱ γενναιότεροι τῶν ἀγεννῶν, ἡ δ’ εὐγένεια παρ’ ἑκάστοις
οἴκοι τίμιος)· ἔτι διότι βελτίους εἰκὸς τοὺς ἐκ βελτιόνων,
εὐγένεια γάρ ἐστιν ἀρετὴ γένους· ὁμοίως δὴ φήσομεν δι-
καίως καὶ τὴν ἀρετὴν ἀμφισβητεῖν, κοινωνικὴν γὰρ ἀρετὴν
εἶναί φαμεν τὴν δικαιοσύνην, ᾗ πάσας ἀναγκαῖον ἀκολου-
(40) θεῖν τὰς ἄλλας· ἀλλὰ μὴν καὶ οἱ πλείους πρὸς τοὺς ἐλάτ-
τους, καὶ γὰρ κρείττους καὶ πλουσιώτεροι καὶ βελτίους εἰσίν,
ὡς λαμβανομένων τῶν πλειόνων πρὸς τοὺς ἐλάττους. ἆρ’ οὖν
[1283b] εἰ πάντες εἶεν ἐν μιᾷ πόλει, λέγω δ’ οἷον οἵ τ’ ἀγαθοὶ
καὶ οἱ πλούσιοι καὶ <οἱ> εὐγενεῖς, ἔτι δὲ πλῆθος ἄλλο τι πολι-
τικόν, πότερον ἀμφισβήτησις ἔσται τίνας ἄρχειν δεῖ, ἢ οὐκ
ἔσται; καθ’ ἑκάστην μὲν οὖν πολιτείαν τῶν εἰρημένων ἀν-
(5) αμφισβήτητος ἡ κρίσις τίνας ἄρχειν δεῖ (τοῖς γὰρ κυρίοις δια-
φέρουσιν ἀλλήλων, οἷον ἡ μὲν τῷ διὰ πλουσίων ἡ δὲ τῷ
διὰ τῶν σπουδαίων ἀνδρῶν εἶναι, καὶ τῶν ἄλλων ἑκάστη
τὸν αὐτὸν τρόπον)· ἀλλ’ ὅμως σκοπῶμεν, ὅταν περὶ τὸν
αὐτὸν ταῦθ’ ὑπάρχῃ χρόνον, πῶς διοριστέον. εἰ δὴ τὸν
(10) ἀριθμὸν εἶεν ὀλίγοι πάμπαν οἱ τὴν ἀρετὴν ἔχοντες, τίνα
δεῖ διελεῖν τρόπον; ἢ τὸ «ὀλίγοι» πρὸς τὸ ἔργον δεῖ σκο-
πεῖν, εἰ δυνατοὶ διοικεῖν τὴν πόλιν ἢ τοσοῦτοι τὸ πλῆθος
ὥστ’ εἶναι πόλιν ἐξ αὐτῶν; ἔστι δὲ ἀπορία τις πρὸς ἅπαν-
τας τοὺς διαμφισβητοῦντας περὶ τῶν πολιτικῶν τιμῶν. δό-
(15) ξαιεν γὰρ <ἂν> οὐδὲν λέγειν δίκαιον οἱ διὰ τὸν πλοῦτον ἀξι-
οῦντες ἄρχειν, ὁμοίως δὲ καὶ οἱ κατὰ γένος· δῆλον γὰρ ὡς εἴ
τις πάλιν εἷς πλουσιώτερος ἁπάντων ἐστί, δηλονότι κατὰ
τὸ αὐτὸ δίκαιον τοῦτον ἄρχειν τὸν ἕνα ἁπάντων δεήσει,
ὁμοίως δὲ καὶ τὸν εὐγενείᾳ διαφέροντα τῶν ἀμφισβητούν-
(20) των δι’ ἐλευθερίαν. ταὐτὸ δὲ τοῦτο ἴσως συμβήσεται καὶ
περὶ τὰς ἀριστοκρατίας ἐπὶ τῆς ἀρετῆς· εἰ γάρ τις εἷς ἀμεί-
νων ἀνὴρ εἴη τῶν ἄλλων τῶν ἐν τῷ πολιτεύματι σπουδαίων
ὄντων, τοῦτον εἶναι δεῖ κύριον κατὰ ταὐτὸ δίκαιον. οὐκοῦν εἰ
καὶ τὸ πλῆθος εἶναί γε δεῖ κύριον διότι κρείττους εἰσὶ τῶν
(25) ὀλίγων, κἂν εἷς ἢ πλείους μὲν τοῦ ἑνὸς ἐλάττους δὲ τῶν
πολλῶν κρείττους ὦσι τῶν ἄλλων, τούτους ἂν δέοι κυρίους
εἶναι μᾶλλον ἢ τὸ πλῆθος. πάντα δὴ ταῦτ’ ἔοικε φανε-
ρὸν ποιεῖν ὅτι τούτων τῶν ὅρων οὐδεὶς ὀρθός ἐστι, καθ’ ὃν
ἀξιοῦσιν αὐτοὶ μὲν ἄρχειν τοὺς δ’ ἄλλους ὑπὸ σφῶν ἄρχε-
(30) σθαι πάντας. καὶ γὰρ δὴ καὶ πρὸς τοὺς κατ’ ἀρετὴν
ἀξιοῦντας κυρίους εἶναι τοῦ πολιτεύματος, ὁμοίως δὲ καὶ τοὺς
κατὰ πλοῦτον, ἔχοιεν ἂν λέγειν τὰ πλήθη λόγον τινὰ δί-
καιον· οὐδὲν γὰρ κωλύει ποτὲ τὸ πλῆθος εἶναι βέλτιον τῶν
ὀλίγων καὶ πλουσιώτερον, οὐχ ὡς καθ’ ἕκαστον ἀλλ’ ὡς
(35) ἀθρόους. διὸ καὶ πρὸς τὴν ἀπορίαν ἣν ζητοῦσι καὶ προβάλ-
λουσί τινες ἐνδέχεται τοῦτον τὸν τρόπον ἀπαντᾶν. ἀποροῦσι
γάρ τινες πότερον τῷ νομοθέτῃ νομοθετητέον, βουλομένῳ
τίθεσθαι τοὺς ὀρθοτάτους νόμους, πρὸς τὸ τῶν βελτιόνων συμ-
φέρον ἢ πρὸς τὸ τῶν πλειόνων, ὅταν συμβαίνῃ τὸ λεχθέν·
(40) τὸ δ’ ὀρθὸν ληπτέον ἴσως· τὸ δ’ ἴσως ὀρθὸν πρὸς τὸ τῆς
πόλεως ὅλης συμφέρον καὶ πρὸς τὸ κοινὸν τὸ τῶν πολι-
τῶν· πολίτης δὲ κοινῇ μὲν ὁ μετέχων τοῦ ἄρχειν καὶ ἄρ-
[1284a] χεσθαί ἐστι, καθ’ ἑκάστην δὲ πολιτείαν ἕτερος, πρὸς δὲ τὴν
ἀρίστην ὁ δυνάμενος καὶ προαιρούμενος ἄρχεσθαι καὶ ἄρχειν
πρὸς τὸν βίον τὸν κατ’ ἀρετήν. εἰ δέ τις ἔστιν εἷς τοσοῦτον
διαφέρων κατ’ ἀρετῆς ὑπερβολήν, ἢ πλείους μὲν ἑνὸς μὴ
(5) μέντοι δυνατοὶ πλήρωμα παρασχέσθαι πόλεως, ὥστε μὴ
συμβλητὴν εἶναι τὴν τῶν ἄλλων ἀρετὴν πάντων μηδὲ τὴν
δύναμιν αὐτῶν τὴν πολιτικὴν πρὸς τὴν ἐκείνων, εἰ πλείους,
εἰ δ’ εἷς, τὴν ἐκείνου μόνον, οὐκέτι θετέον τούτους μέρος πόλεως·
ἀδικήσονται γὰρ ἀξιούμενοι τῶν ἴσων, ἄνισοι τοσοῦτον κατ’
(10) ἀρετὴν ὄντες καὶ τὴν πολιτικὴν δύναμιν· ὥσπερ γὰρ θεὸν
ἐν ἀνθρώποις εἰκὸς εἶναι τὸν τοιοῦτον. ὅθεν δῆλον ὅτι καὶ
τὴν νομοθεσίαν ἀναγκαῖον εἶναι περὶ τοὺς ἴσους καὶ τῷ γένει
καὶ τῇ δυνάμει, κατὰ δὲ τῶν τοιούτων οὐκ ἔστι νόμος· αὐτοὶ
γάρ εἰσι νόμος. καὶ γὰρ γελοῖος ἂν εἴη νομοθετεῖν τις
(15) πειρώμενος κατ’ αὐτῶν. λέγοιεν γὰρ ἂν ἴσως ἅπερ Ἀντι-
σθένης ἔφη τοὺς λέοντας δημηγορούντων τῶν δασυπόδων καὶ
τὸ ἴσον ἀξιούντων πάντας ἔχειν. διὸ καὶ τίθενται τὸν ὀστρα-
κισμὸν αἱ δημοκρατούμεναι πόλεις, διὰ τὴν τοιαύτην αἰτίαν·
αὗται γὰρ δὴ δοκοῦσι διώκειν τὴν ἰσότητα μάλιστα πάντων,
(20) ὥστε τοὺς δοκοῦντας ὑπερέχειν δυνάμει διὰ πλοῦτον ἢ πολυ-
φιλίαν ἤ τινα ἄλλην πολιτικὴν ἰσχὺν ὠστράκιζον καὶ μεθ-
ίστασαν ἐκ τῆς πόλεως χρόνους ὡρισμένους. μυθολογεῖται
δὲ καὶ τοὺς Ἀργοναύτας τὸν Ἡρακλέα καταλιπεῖν διὰ
τοιαύτην αἰτίαν· οὐ γὰρ ἐθέλειν αὐτὸν ἄγειν τὴν Ἀργὼ
(25) μετὰ τῶν ἄλλων, ὡς ὑπερβάλλοντα πολὺ τῶν πλωτήρων.
διὸ καὶ τοὺς ψέγοντας τὴν τυραννίδα καὶ τὴν Περιάνδρου
Θρασυβούλῳ συμβουλίαν οὐχ ἁπλῶς οἰητέον ὀρθῶς ἐπιτιμᾶν
(φασὶ γὰρ τὸν Περίανδρον εἰπεῖν μὲν οὐδὲν πρὸς τὸν πεμ-
φθέντα κήρυκα περὶ τῆς συμβουλίας, ἀφαιροῦντα δὲ τοὺς
(30) ὑπερέχοντας τῶν σταχύων ὁμαλῦναι τὴν ἄρουραν· ὅθεν
ἀγνοοῦντος μὲν τοῦ κήρυκος τοῦ γιγνομένου τὴν αἰτίαν, ἀπαγ-
γείλαντος δὲ τὸ συμπεσόν, συννοῆσαι τὸν Θρασύβουλον ὅτι
δεῖ τοὺς ὑπερέχοντας ἄνδρας ἀναιρεῖν). τοῦτο γὰρ οὐ μόνον
συμφέρει τοῖς τυράννοις, οὐδὲ μόνον οἱ τύραννοι ποιοῦσιν,
(35) ἀλλ’ ὁμοίως ἔχει καὶ περὶ τὰς ὀλιγαρχίας καὶ τὰς δημο-
κρατίας· ὁ γὰρ ὀστρακισμὸς τὴν αὐτὴν ἔχει δύναμιν
τρόπον τινὰ τῷ κολούειν τοὺς ὑπερέχοντας καὶ φυγαδεύειν.
τὸ δ’ αὐτὸ καὶ περὶ τὰς πόλεις καὶ τὰ ἔθνη ποιοῦσιν οἱ
κύριοι τῆς δυνάμεως, οἷον Ἀθηναῖοι μὲν περὶ Σαμίους καὶ
(40) Χίους καὶ Λεσβίους (ἐπεὶ γὰρ θᾶττον ἐγκρατῶς ἔσχον τὴν
ἀρχήν, ἐταπείνωσαν αὐτοὺς παρὰ τὰς συνθήκας), ὁ δὲ Περ-
[1284b] σῶν βασιλεὺς Μήδους καὶ Βαβυλωνίους καὶ τῶν ἄλλων τοὺς
πεφρονηματισμένους διὰ τὸ γενέσθαι ποτ’ ἐπ’ ἀρχῆς ἐπ-
έκοπτε πολλάκις. τὸ δὲ πρόβλημα καθόλου περὶ πάσας
ἐστὶ τὰς πολιτείας, καὶ τὰς ὀρθάς· αἱ μὲν γὰρ παρεκ-
(5) βεβηκυῖαι πρὸς τὸ ἴδιον ἀποσκοποῦσαι τοῦτο δρῶσιν, οὐ μὴν
ἀλλὰ περὶ τὰς τὸ κοινὸν ἀγαθὸν ἐπισκοπούσας τὸν αὐτὸν
ἔχει τρόπον. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν
καὶ ἐπιστημῶν· οὔτε γὰρ γραφεὺς ἐάσειεν ἂν τὸν ὑπερ-
βάλλοντα πόδα τῆς συμμετρίας ἔχειν τὸ ζῷον, οὐδ’ εἰ
(10) διαφέροι τὸ κάλλος, οὔτε ναυπηγὸς πρύμναν ἢ τῶν ἄλλων
τι μορίων τῶν τῆς νεώς, οὐδὲ δὴ χοροδιδάσκαλος τὸν μεῖ-
ζον καὶ κάλλιον τοῦ παντὸς χοροῦ φθεγγόμενον ἐάσει συγ-
χορεύειν. ὥστε διὰ τοῦτο μὲν οὐδὲν κωλύει τοὺς μονάρχους
συμφωνεῖν ταῖς πόλεσιν, εἰ τῆς οἰκείας ἀρχῆς ὠφελίμου
(15) ταῖς πόλεσιν οὔσης τοῦτο δρῶσιν. διὸ κατὰ τὰς ὁμολογουμέ-
νας ὑπεροχὰς ἔχει τι δίκαιον πολιτικὸν ὁ λόγος ὁ περὶ
τὸν ὀστρακισμόν. βέλτιον μὲν οὖν τὸν νομοθέτην ἐξ ἀρχῆς
οὕτω συστῆσαι τὴν πολιτείαν ὥστε μὴ δεῖσθαι τοιαύτης
ἰατρείας· δεύτερος δὲ πλοῦς, ἂν συμβῇ, πειρᾶσθαι τοιούτῳ
(20) τινὶ διορθώματι διορθοῦν. ὅπερ οὐκ ἐγίγνετο περὶ τὰς πόλεις·
οὐ γὰρ ἔβλεπον πρὸς τὸ τῆς πολιτείας τῆς οἰκείας συμ-
φέρον, ἀλλὰ στασιαστικῶς ἐχρῶντο τοῖς ὀστρακισμοῖς. ἐν
μὲν οὖν ταῖς παρεκβεβηκυίαις πολιτείαις ὅτι μὲν ἰδίᾳ συμ-
φέρει καὶ δίκαιόν ἐστι, φανερόν, ἴσως δὲ καὶ ὅτι οὐχ ἁπλῶς
(25) δίκαιον, καὶ τοῦτο φανερόν· ἀλλ’ ἐπὶ τῆς ἀρίστης πολιτείας
ἔχει πολλὴν ἀπορίαν, οὐ κατὰ τῶν ἄλλων ἀγαθῶν τὴν
ὑπεροχήν, οἷον ἰσχύος καὶ πλούτου καὶ πολυφιλίας, ἀλλὰ
ἄν τις γένηται διαφέρων κατ’ ἀρετήν, τί χρὴ ποιεῖν; οὐ
γὰρ δὴ φαῖεν ἂν δεῖν ἐκβάλλειν καὶ μεθιστάναι τὸν τοι-
(30) οῦτον· ἀλλὰ μὴν οὐδ’ ἄρχειν γε τοῦ τοιούτου· παραπλήσιον
γὰρ κἂν εἰ τοῦ Διὸς ἄρχειν ἀξιοῖεν, μερίζοντες τὰς ἀρχάς.
λείπεται τοίνυν, ὅπερ ἔοικε πεφυκέναι, πείθεσθαι τῷ τοιούτῳ
πάντας ἀσμένως, ὥστε βασιλέας εἶναι τοὺς τοιούτους ἀιδίους
ἐν ταῖς πόλεσιν.