Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΓΟΡΓΙΑΣ

ΠΛ Γοργ 491a–492c

Η ασυνέπεια του Καλλικλή στον ορισμό των "κρειττόνων" και"βελτιόνων" – Η φύση, κατά τον Καλλικλή, υπαγορεύει την ικανοποίηση κάθε επιθυμίας
Στο τρίτο μέρος του διαλόγου αυτού συζητούν ο Καλλικλής και ο Σωκράτης. Ο πρώτος επιχειρηματολόγησε υπέρ του φυσικού δικαίου, το οποίο ταύτισε με το "δίκαιο του ισχυροτέρου" (βλ. και ΠΛ Γοργ 482c–483c ). Ο Σωκράτης, για να του απαντήσει, εκμεταλλεύτηκε το γεγονός ότι μιλώντας για τους ισχυρούς ο συνομιλητής του χρησιμοποίησε αδιακρίτως τις λέξεις κρείττονες και βελτίονες , πριν αναγκαστεί να δηλώσει ότι ως τέτοιους θεωρούσε τους φρονιμωτέρους . Ο φιλόσοφος, λοιπόν, υποστήριξε ότι ο γιατρός ή ο υποδηματοποιός ως φρονιμώτεροι από όσους δεν κατέχουν τις συγκεκριμένες γνώσεις θα έπρεπε να θεωρηθούν κρείττονες και βελτίονες , προκαλώντας την αντίδραση του συνομιλητή του.

    [491a] ΚΑΛ. Νὴ τοὺς θεούς, ἀτεχνῶς γε ἀεὶ σκυτέας τε καὶ
κναφέας καὶ μαγείρους λέγων καὶ ἰατροὺς οὐδὲν παύῃ, ὡς
περὶ τούτων ἡμῖν ὄντα τὸν λόγον.

    ΣΩ. Οὐκοῦν σὺ ἐρεῖς περὶ τίνων ὁ κρείττων τε καὶ
φρονιμώτερος πλέον ἔχων δικαίως πλεονεκτεῖ; ἢ οὔτε ἐμοῦ
ὑποβάλλοντος ἀνέξῃ οὔτ’ αὐτὸς ἐρεῖς;

    ΚΑΛ. Ἀλλ’ ἔγωγε καὶ πάλαι λέγω. πρῶτον μὲν τοὺς
κρείττους οἵ εἰσιν οὐ σκυτοτόμους λέγω οὐδὲ μαγείρους, ἀλλ’
[491b] οἳ ἂν εἰς τὰ τῆς πόλεως πράγματα φρόνιμοι ὦσιν, ὅντινα ἂν
τρόπον εὖ οἰκοῖτο, καὶ μὴ μόνον φρόνιμοι, ἀλλὰ καὶ ἀνδρεῖοι,
ἱκανοὶ ὄντες ἃ ἂν νοήσωσιν ἐπιτελεῖν, καὶ μὴ ἀποκάμνωσι
διὰ μαλακίαν τῆς ψυχῆς.

    ΣΩ. Ὁρᾷς, ὦ βέλτιστε Καλλίκλεις, ὡς οὐ ταὐτὰ σύ τ’
ἐμοῦ κατηγορεῖς καὶ ἐγὼ σοῦ; σὺ μὲν γὰρ ἐμὲ φῂς ἀεὶ
ταὐτὰ λέγειν, καὶ μέμφῃ μοι· ἐγὼ δὲ σοῦ τοὐναντίον, ὅτι
οὐδέποτε ταὐτὰ λέγεις περὶ τῶν αὐτῶν, ἀλλὰ τοτὲ μὲν τοὺς
[491c] βελτίους τε καὶ κρείττους τοὺς ἰσχυροτέρους ὡρίζου, αὖθις
δὲ τοὺς φρονιμωτέρους, νῦν δ’ αὖ ἕτερόν τι ἥκεις ἔχων·
ἀνδρειότεροί τινες ὑπὸ σοῦ λέγονται οἱ κρείττους καὶ οἱ
βελτίους. ἀλλ’, ὠγαθέ, εἰπὼν ἀπαλλάγηθι τίνας ποτὲ λέγεις
τοὺς βελτίους τε καὶ κρείττους καὶ εἰς ὅτι.

    ΚΑΛ. Ἀλλ’ εἴρηκά γε ἔγωγε τοὺς φρονίμους εἰς
τὰ τῆς πόλεως πράγματα καὶ ἀνδρείους. τούτους γὰρ
[491d] προσήκει τῶν πόλεων ἄρχειν, καὶ τὸ δίκαιον τοῦτ’
ἐστίν, πλέον ἔχειν τούτους τῶν ἄλλων, τοὺς ἄρχοντας τῶν
ἀρχομένων.

    ΣΩ. Τί δέ; αὑτῶν, ὦ ἑταῖρε, τί; ἦ τι ἄρχοντας ἢ ἀρχο-
μένους;

    ΚΑΛ. Πῶς λέγεις;

    ΣΩ. Ἕνα ἕκαστον λέγω αὐτὸν ἑαυτοῦ ἄρχοντα· ἢ τοῦτο
μὲν οὐδὲν δεῖ, αὐτὸν ἑαυτοῦ ἄρχειν, τῶν δὲ ἄλλων;

    ΚΑΛ. Πῶς ἑαυτοῦ ἄρχοντα λέγεις;

    ΣΩ. Οὐδὲν ποικίλον ἀλλ’ ὥσπερ οἱ πολλοί, σώφρονα
ὄντα καὶ ἐγκρατῆ αὐτὸν ἑαυτοῦ, τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν
[491e] ἄρχοντα τῶν ἐν ἑαυτῷ.

    ΚΑΛ. Ὡς ἡδὺς εἶ· τοὺς ἠλιθίους λέγεις τοὺς σώφρονας.

    ΣΩ. Πῶς γὰρ [οὔ]; οὐδεὶς ὅστις οὐκ ἂν γνοίη ὅτι οὐ τοῦτο
λέγω.

    ΚΑΛ. Πάνυ γε σφόδρα, ὦ Σώκρατες. ἐπεὶ πῶς ἂν
εὐδαίμων γένοιτο ἄνθρωπος δουλεύων ὁτῳοῦν; ἀλλὰ τοῦτ’
ἐστὶν τὸ κατὰ φύσιν καλὸν καὶ δίκαιον, ὃ ἐγώ σοι νῦν παρ-
ρησιαζόμενος λέγω, ὅτι δεῖ τὸν ὀρθῶς βιωσόμενον τὰς μὲν
ἐπιθυμίας τὰς ἑαυτοῦ ἐᾶν ὡς μεγίστας εἶναι καὶ μὴ κολάζειν,
[492a] ταύταις δὲ ὡς μεγίσταις οὔσαις ἱκανὸν εἶναι ὑπηρετεῖν δι’
ἀνδρείαν καὶ φρόνησιν, καὶ ἀποπιμπλάναι ὧν ἂν ἀεὶ ἡ ἐπι-
θυμία γίγνηται. ἀλλὰ τοῦτ’ οἶμαι τοῖς πολλοῖς οὐ δυνατόν·
ὅθεν ψέγουσιν τοὺς τοιούτους δι’ αἰσχύνην, ἀποκρυπτόμενοι
τὴν αὑτῶν ἀδυναμίαν, καὶ αἰσχρὸν δή φασιν εἶναι τὴν ἀκο-
λασίαν, ὅπερ ἐν τοῖς πρόσθεν ἐγὼ ἔλεγον, δουλούμενοι τοὺς
βελτίους τὴν φύσιν ἀνθρώπους, καὶ αὐτοὶ οὐ δυνάμενοι
ἐκπορίζεσθαι ταῖς ἡδοναῖς πλήρωσιν ἐπαινοῦσιν τὴν σωφρο-
[492b] σύνην καὶ τὴν δικαιοσύνην διὰ τὴν αὑτῶν ἀνανδρίαν. ἐπεὶ
ὅσοις ἐξ ἀρχῆς ὑπῆρξεν ἢ βασιλέων ὑέσιν εἶναι ἢ αὐτοὺς τῇ
φύσει ἱκανοὺς ἐκπορίσασθαι ἀρχήν τινα ἢ τυραννίδα ἢ δυνα-
στείαν, <τί ἂν> τῇ ἀληθείᾳ αἴσχιον καὶ κάκιον εἴη σωφρο-
σύνης καὶ δικαιοσύνης τούτοις τοῖς ἀνθρώποις, οἷς ἐξὸν
ἀπολαύειν τῶν ἀγαθῶν καὶ μηδενὸς ἐμποδὼν ὄντος, αὐτοὶ
ἑαυτοῖς δεσπότην ἐπαγάγοιντο τὸν τῶν πολλῶν ἀνθρώπων
νόμον τε καὶ λόγον καὶ ψόγον; ἢ πῶς οὐκ ἂν ἄθλιοι γεγονότες
[492c] εἶεν ὑπὸ τοῦ καλοῦ τοῦ τῆς δικαιοσύνης καὶ τῆς σωφροσύνης,
μηδὲν πλέον νέμοντες τοῖς φίλοις τοῖς αὑτῶν ἢ τοῖς ἐχθροῖς,
καὶ ταῦτα ἄρχοντες ἐν τῇ ἑαυτῶν πόλει; ἀλλὰ τῇ ἀληθείᾳ,
ὦ Σώκρατες, ἣν φῂς σὺ διώκειν, ὧδ’ ἔχει· τρυφὴ καὶ ἀκο-
λασία καὶ ἐλευθερία, ἐὰν ἐπικουρίαν ἔχῃ, τοῦτ’ ἐστὶν ἀρετή
τε καὶ εὐδαιμονία, τὰ δὲ ἄλλα ταῦτ’ ἐστὶν τὰ καλλωπίσματα,
τὰ παρὰ φύσιν συνθήματα ἀνθρώπων, φλυαρία καὶ οὐδενὸς
ἄξια.