Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΓΟΡΓΙΑΣ

ΠΛ Γοργ 482c–483c

Ο Καλλικλής επικρίνει τον Σωκράτη για τη χρήση δημαγωγικών πρακτικών – Η θέση του: ο νόμος εξυπηρετεί τα συμφέροντα των πολλών και αδύναμων
Ο Σωκράτης ανάγκασε τον Πώλο (βλ. σχετικά ΠΛ Γοργ 471d–472d ) να παραδεχτεί ότι είναι αδύνατο κάποιος που αδικεί ατιμώρητος να είναι ευτυχισμένος, απέδειξε, επομένως, ότι η ρητορική είναι άχρηστη, καθώς δεν έχει νόημα να προσπαθεί κάποιος μέσω αυτής να αποφύγει την απαλλαγή του από το δικαστήριο για τα αδικήματά του. Τότε στη συζήτηση παρεμβαίνει ο Καλλικλής.

    ΚΑΛ. Ὦ Σώκρατες, δοκεῖς νεανιεύεσθαι ἐν τοῖς λόγοις
ὡς ἀληθῶς δημηγόρος ὤν· καὶ νῦν ταῦτα δημηγορεῖς ταὐτὸν
παθόντος Πώλου πάθος ὅπερ Γοργίου κατηγόρει πρὸς σὲ
παθεῖν. ἔφη γάρ που Γοργίαν ἐρωτώμενον ὑπὸ σοῦ, ἐὰν
ἀφίκηται παρ’ αὐτὸν μὴ ἐπιστάμενος τὰ δίκαια ὁ τὴν ῥητο-
[482d] ρικὴν βουλόμενος μαθεῖν, εἰ διδάξοι αὐτὸν ὁ Γοργίας,
αἰσχυνθῆναι αὐτὸν καὶ φάναι διδάξειν διὰ τὸ ἔθος τῶν ἀν-
θρώπων, ὅτι ἀγανακτοῖεν ἂν εἴ τις μὴ φαίη ―διὰ δὴ ταύτην
τὴν ὁμολογίαν ἀναγκασθῆναι ἐναντία αὐτὸν αὑτῷ εἰπεῖν,
σὲ δὲ αὐτὸ τοῦτο ἀγαπᾶν― καί σου καταγελᾶν, ὥς γέ μοι
δοκεῖν ὀρθῶς, τότε· νῦν δὲ πάλιν αὐτὸς ταὐτὸν τοῦτο ἔπαθεν.
καὶ ἔγωγε κατ’ αὐτὸ τοῦτο οὐκ ἄγαμαι Πῶλον, ὅτι σοι
συνεχώρησεν τὸ ἀδικεῖν αἴσχιον εἶναι τοῦ ἀδικεῖσθαι· ἐκ
[482e] ταύτης γὰρ αὖ τῆς ὁμολογίας αὐτὸς ὑπὸ σοῦ συμποδισθεὶς
ἐν τοῖς λόγοις ἐπεστομίσθη, αἰσχυνθεὶς ἃ ἐνόει εἰπεῖν. σὺ
γὰρ τῷ ὄντι, ὦ Σώκρατες, εἰς τοιαῦτα ἄγεις φορτικὰ καὶ
δημηγορικά, φάσκων τὴν ἀλήθειαν διώκειν, ἃ φύσει μὲν
οὐκ ἔστιν καλά, νόμῳ δέ. ὡς τὰ πολλὰ δὲ ταῦτα ἐναντί’
ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος· ἐὰν οὖν τις αἰσχύ-
[483a] νηται καὶ μὴ τολμᾷ λέγειν ἅπερ νοεῖ, ἀναγκάζεται ἐναντία
λέγειν. ὃ δὴ καὶ σὺ τοῦτο τὸ σοφὸν κατανενοηκὼς κακουρ-
γεῖς ἐν τοῖς λόγοις, ἐὰν μέν τις κατὰ νόμον λέγῃ, κατὰ
φύσιν ὑπερωτῶν, ἐὰν δὲ τὰ τῆς φύσεως, τὰ τοῦ νόμου.
ὥσπερ αὐτίκα ἐν τούτοις, τῷ ἀδικεῖν τε καὶ τῷ ἀδικεῖσθαι,
Πώλου τὸ κατὰ νόμον αἴσχιον λέγοντος, σὺ τὸν λόγον
ἐδιώκαθες κατὰ φύσιν. φύσει μὲν γὰρ πᾶν αἴσχιόν ἐστιν
ὅπερ καὶ κάκιον, τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν. οὐδὲ
[483b] γὰρ ἀνδρὸς τοῦτό γ’ ἐστὶν τὸ πάθημα, τὸ ἀδικεῖσθαι, ἀλλ’
ἀνδραπόδου τινὸς ᾧ κρεῖττόν ἐστιν τεθνάναι ἢ ζῆν, ὅστις
ἀδικούμενος καὶ προπηλακιζόμενος μὴ οἷός τέ ἐστιν αὐτὸς
αὑτῷ βοηθεῖν μηδὲ ἄλλῳ οὗ ἂν κήδηται. ἀλλ’ οἶμαι οἱ
τιθέμενοι τοὺς νόμους οἱ ἀσθενεῖς ἄνθρωποί εἰσιν καὶ οἱ
πολλοί. πρὸς αὑτοὺς οὖν καὶ τὸ αὑτοῖς συμφέρον τούς τε
νόμους τίθενται καὶ τοὺς ἐπαίνους ἐπαινοῦσιν καὶ τοὺς
[483c] ψόγους ψέγουσιν· ἐκφοβοῦντες τοὺς ἐρρωμενεστέρους τῶν
ἀνθρώπων καὶ δυνατοὺς ὄντας πλέον ἔχειν, ἵνα μὴ αὐτῶν
πλέον ἔχωσιν, λέγουσιν ὡς αἰσχρὸν καὶ ἄδικον τὸ πλεον-
εκτεῖν, καὶ τοῦτό ἐστιν τὸ ἀδικεῖν, τὸ πλέον τῶν ἄλλων
ζητεῖν ἔχειν· ἀγαπῶσι γὰρ οἶμαι αὐτοὶ ἂν τὸ ἴσον ἔχωσιν
φαυλότεροι ὄντες.