Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΓΟΡΓΙΑΣ

ΠΛ Γοργ 471d–472d

Ο Σωκράτης επικρίνει τη μέθοδο του Πώλου και του ζητά να χρησιμοποιήσουν τη διαλεκτική
Τη θέση του Γοργία στη διερεύνηση της φύσεως της ρητορικής (βλ. σχετικά ΠΛ Γοργ 456a–457c) πήρε ο μαθητής του Πώλος, ο οποίος επέμεινε ότι η ρητορική είναι σπουδαία και χρήσιμη τέχνη. Ο Σωκράτης αντέτεινε ότι αποτελεί απλώς μια πρακτική δεξιότητα, που εμπνέεται από ταπεινά ελατήρια και επιδιώκει να διεγείρει τα ταπεινά ένστικτα του όχλου. Όταν ο Πώλος υποστήριξε ότι η ρητορική μπορεί να κατορθώσει ό,τι θέλει, ο Σωκράτης δήλωσε ότι ο ρήτορας–πολιτικός έχει συμφέρον να θέλει και να επιδιώκει το δίκαιο και το αγαθό, διότι αλλιώς θα είναι δυστυχής. Τότε ο Πώλος επικαλέστηκε το παράδειγμα του βασιλιά της Μακεδονίας, του Αρχέλαου, ο οποίος, όντας βασιλιάς, δεν θα μπορούσε παρά να είναι ευτυχής, μολονότι κατέκτησε τον θρόνο με παράνομο τρόπο.

    ΣΩ. Καὶ κατ’ ἀρχὰς τῶν λόγων, ὦ Πῶλε, ἔγωγέ σε
ἐπῄνεσα ὅτι μοι δοκεῖς εὖ πρὸς τὴν ῥητορικὴν πεπαιδεῦσθαι,
τοῦ δὲ διαλέγεσθαι ἠμεληκέναι· καὶ νῦν ἄλλο τι οὗτός ἐστιν
ὁ λόγος, ᾧ με καὶ ἂν παῖς ἐξελέγξειε, καὶ ἐγὼ ὑπὸ σοῦ νῦν,
ὡς σὺ οἴει, ἐξελήλεγμαι τούτῳ τῷ λόγῳ, φάσκων τὸν ἀδι-
κοῦντα οὐκ εὐδαίμονα εἶναι; πόθεν, ὠγαθέ; καὶ μὴν οὐδέν γέ
σοι τούτων ὁμολογῶ ὧν σὺ φῄς.

    [471e] ΠΩΛ. Οὐ γὰρ ἐθέλεις, ἐπεὶ δοκεῖ γέ σοι ὡς ἐγὼ λέγω.

    ΣΩ. Ὦ μακάριε, ῥητορικῶς γάρ με ἐπιχειρεῖς ἐλέγχειν,
ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἡγούμενοι ἐλέγχειν. καὶ γὰρ
ἐκεῖ οἱ ἕτεροι τοὺς ἑτέρους δοκοῦσιν ἐλέγχειν, ἐπειδὰν τῶν
λόγων ὧν ἂν λέγωσι μάρτυρας πολλοὺς παρέχωνται καὶ
εὐδοκίμους, ὁ δὲ τἀναντία λέγων ἕνα τινὰ παρέχηται ἢ
μηδένα. οὗτος δὲ ὁ ἔλεγχος οὐδενὸς ἄξιός ἐστιν πρὸς τὴν
[472a] ἀλήθειαν· ἐνίοτε γὰρ ἂν καὶ καταψευδομαρτυρηθείη τις ὑπὸ
πολλῶν καὶ δοκούντων εἶναί τι. καὶ νῦν περὶ ὧν σὺ λέγεις
ὀλίγου σοι πάντες συμφήσουσιν ταὐτὰ Ἀθηναῖοι καὶ οἱ ξένοι,
ἐὰν βούλῃ κατ’ ἐμοῦ μάρτυρας παρασχέσθαι ὡς οὐκ ἀληθῆ
λέγω· μαρτυρήσουσί σοι, ἐὰν μὲν βούλῃ, Νικίας ὁ Νικη-
ράτου καὶ οἱ ἀδελφοὶ μετ’ αὐτοῦ, ὧν οἱ τρίποδες οἱ ἐφεξῆς
ἑστῶτές εἰσιν ἐν τῷ Διονυσίῳ, ἐὰν δὲ βούλῃ, Ἀριστοκράτης
[472b] ὁ Σκελλίου, οὗ αὖ ἐστιν ἐν Πυθίου τοῦτο τὸ καλὸν ἀνάθημα,
ἐὰν δὲ βούλῃ, ἡ Περικλέους ὅλη οἰκία ἢ ἄλλη συγγένεια
ἥντινα ἂν βούλῃ τῶν ἐνθάδε ἐκλέξασθαι. ἀλλ’ ἐγώ σοι εἷς
ὢν οὐχ ὁμολογῶ· οὐ γάρ με σὺ ἀναγκάζεις, ἀλλὰ ψευδο-
μάρτυρας πολλοὺς κατ’ ἐμοῦ παρασχόμενος ἐπιχειρεῖς ἐκβάλ-
λειν με ἐκ τῆς οὐσίας καὶ τοῦ ἀληθοῦς. ἐγὼ δὲ ἂν μὴ σὲ
αὐτὸν ἕνα ὄντα μάρτυρα παράσχωμαι ὁμολογοῦντα περὶ ὧν
λέγω, οὐδὲν οἶμαι ἄξιον λόγου μοι πεπεράνθαι περὶ ὧν ἂν
[472c] ἡμῖν ὁ λόγος ᾖ· οἶμαι δὲ οὐδὲ σοί, ἐὰν μὴ ἐγώ σοι μαρτυρῶ εἷς
ὢν μόνος, τοὺς δ’ ἄλλους πάντας τούτους χαίρειν ἐᾷς. ἔστιν
μὲν οὖν οὗτός τις τρόπος ἐλέγχου, ὡς σύ τε οἴει καὶ ἄλλοι
πολλοί· ἔστιν δὲ καὶ ἄλλος, ὃν ἐγὼ αὖ οἶμαι. παραβα-
λόντες οὖν παρ’ ἀλλήλους σκεψώμεθα εἴ τι διοίσουσιν ἀλλή-
λων. καὶ γὰρ καὶ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ
σμικρὰ ὄντα, ἀλλὰ σχεδόν τι ταῦτα περὶ ὧν εἰδέναι τε
κάλλιστον μὴ εἰδέναι τε αἴσχιστον· τὸ γὰρ κεφάλαιον αὐτῶν
ἐστιν ἢ γιγνώσκειν ἢ ἀγνοεῖν ὅστις τε εὐδαίμων ἐστὶν καὶ
[472d] ὅστις μή. αὐτίκα πρῶτον, περὶ οὗ νῦν ὁ λόγος ἐστίν, σὺ
ἡγῇ οἷόν τε εἶναι μακάριον ἄνδρα ἀδικοῦντά τε καὶ ἄδικον
ὄντα, εἴπερ Ἀρχέλαον ἄδικον μὲν ἡγῇ εἶναι, εὐδαίμονα δέ.
ἄλλο τι ὡς οὕτω σου νομίζοντος διανοώμεθα;

    ΠΩΛ. Πάνυ γε.