Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΓΟΡΓΙΑΣ

ΠΛ Γοργ 460c–461b

Η ασυνέπεια των επιχειρημάτων του Γοργία σχετικά με τη φύση και τη χρήση της ρητορικής
Κατά τη συζήτηση για τον καθορισμό της φύσης και σωστής χρήσης της ρητορικής, απαντώντας σε ερώτηση του Σωκράτη, ο Γοργίας δήλωσε ότι όποιος γίνει μαθητής του είναι δυνατό να μάθει το δίκαιο και το άδικο, σε περίπτωση που δεν τα γνωρίζει, και συμφώνησε με τον Σωκράτη ότι όποιος έχει διδαχθεί τα δίκαια είναι δίκαιος και πράττει ανάλογα.

[460c] ΣΩ. Οὐκοῦν ἀνάγκη τὸν ῥητορικὸν δίκαιον εἶναι, τὸν δὲ
δίκαιον βούλεσθαι δίκαια πράττειν; ―ΓΟΡ. Φαίνεταί γε.
―ΣΩ. Οὐδέποτε ἄρα βουλήσεται ὅ γε δίκαιος ἀδικεῖν.
―ΓΟΡ. Ἀνάγκη. ―ΣΩ. Τὸν δὲ ῥητορικὸν ἀνάγκη ἐκ τοῦ λόγου
δίκαιον εἶναι. ―ΓΟΡ. Ναί. ―ΣΩ. Οὐδέποτε ἄρα βουλήσεται
ὁ ῥητορικὸς ἀδικεῖν. ―ΓΟΡ. Οὐ φαίνεταί γε.

    ΣΩ. Μέμνησαι οὖν λέγων ὀλίγῳ πρότερον ὅτι οὐ δεῖ τοῖς
[460d] παιδοτρίβαις ἐγκαλεῖν οὐδ’ ἐκβάλλειν ἐκ τῶν πόλεων, ἐὰν ὁ
πύκτης τῇ πυκτικῇ χρῆταί τε καὶ ἀδίκως χρῆται καὶ ἀδικῇ,
ὡσαύτως δὲ οὕτως καὶ ἐὰν ὁ ῥήτωρ τῇ ῥητορικῇ ἀδίκως
χρῆται, μὴ τῷ διδάξαντι ἐγκαλεῖν μηδ’ ἐξελαύνειν ἐκ τῆς
πόλεως, ἀλλὰ τῷ ἀδικοῦντι καὶ οὐκ ὀρθῶς χρωμένῳ τῇ
ῥητορικῇ; ἐρρήθη ταῦτα ἢ οὔ; ―ΓΟΡ. Ἐρρήθη. ―ΣΩ. Νῦν
[460e] δέ γε ὁ αὐτὸς οὗτος φαίνεται, ὁ ῥητορικός, οὐκ ἄν ποτε
ἀδικήσας. ἢ οὔ; ―ΓΟΡ. Φαίνεται. ―ΣΩ. Καὶ ἐν τοῖς πρώ-
τοις γε, ὦ Γοργία, λόγοις ἐλέγετο ὅτι ἡ ῥητορικὴ περὶ λόγους
εἴη οὐ τοὺς τοῦ ἀρτίου καὶ περιττοῦ, ἀλλὰ τοὺς τοῦ δικαίου
καὶ ἀδίκου· ἦ γάρ; ―ΓΟΡ. Ναί. ―ΣΩ. Ἐγὼ τοίνυν σου τότε
ταῦτα λέγοντος ὑπέλαβον ὡς οὐδέποτ’ ἂν εἴη ἡ ῥητορικὴ
ἄδικον πρᾶγμα, ὅ γ’ ἀεὶ περὶ δικαιοσύνης τοὺς λόγους
ποιεῖται· ἐπειδὴ δὲ ὀλίγον ὕστερον ἔλεγες ὅτι ὁ ῥήτωρ
[461a] τῇ ῥητορικῇ κἂν ἀδίκως χρῷτο, οὕτω θαυμάσας καὶ ἡγησά-
μενος οὐ συνᾴδειν τὰ λεγόμενα ἐκείνους εἶπον τοὺς λόγους,
ὅτι εἰ μὲν κέρδος ἡγοῖο εἶναι τὸ ἐλέγχεσθαι ὥσπερ ἐγώ,
ἄξιον εἴη διαλέγεσθαι, εἰ δὲ μή, ἐᾶν χαίρειν. ὕστερον δὲ
ἡμῶν ἐπισκοπουμένων ὁρᾷς δὴ καὶ αὐτὸς ὅτι αὖ ὁμολογεῖται
τὸν ῥητορικὸν ἀδύνατον εἶναι ἀδίκως χρῆσθαι τῇ ῥητορικῇ
καὶ ἐθέλειν ἀδικεῖν. ταῦτα οὖν ὅπῃ ποτὲ ἔχει, μὰ τὸν
[461b] κύνα, ὦ Γοργία, οὐκ ὀλίγης συνουσίας ἐστὶν ὥστε ἱκανῶς
διασκέψασθαι.