Ἐπεὶ δ’ ἐν πάσαις μὲν ταῖς ἐπιστήμαις καὶ τέχναις
(15) ἀγαθὸν τὸ τέλος, μέγιστον δὲ καὶ μάλιστα ἐν τῇ κυριω-
τάτῃ πασῶν, αὕτη δ’ ἐστὶν ἡ πολιτικὴ δύναμις, ἔστι δὲ
πολιτικὸν ἀγαθὸν τὸ δίκαιον, τοῦτο δ’ ἐστὶ τὸ κοινῇ συμ-
φέρον, δοκεῖ δὲ πᾶσιν ἴσον τι τὸ δίκαιον εἶναι, καὶ μέχρι
γέ τινος ὁμολογοῦσι τοῖς κατὰ φιλοσοφίαν λόγοις, ἐν οἷς
(20) διώρισται περὶ τῶν ἠθικῶν (τὶ γὰρ καὶ τισὶ τὸ δίκαιον, καὶ
δεῖν τοῖς ἴσοις ἴσον εἶναί φασιν), ποίων δὴ ἰσότης ἐστὶ καὶ
ποίων ἀνισότης, δεῖ μὴ λανθάνειν. ἔχει γὰρ τοῦτ’ ἀπορίαν
καὶ φιλοσοφίαν πολιτικήν. ἴσως γὰρ ἂν φαίη τις κατὰ
παντὸς ὑπεροχὴν ἀγαθοῦ δεῖν ἀνίσως νενεμῆσθαι τὰς ἀρ-
(25) χάς, εἰ πάντα τὰ λοιπὰ μηδὲν διαφέροιεν ἀλλ’ ὅμοιοι
τυγχάνοιεν ὄντες· τοῖς γὰρ διαφέρουσιν ἕτερον εἶναι τὸ δί-
καιον καὶ τὸ κατ’ ἀξίαν. ἀλλὰ μὴν εἰ τοῦτ’ ἀληθές, ἔσται
καὶ κατὰ χρῶμα καὶ κατὰ μέγεθος καὶ καθ’ ὁτιοῦν τῶν
ἀγαθῶν πλεονεξία τις τῶν πολιτικῶν δικαίων τοῖς ὑπερ-
(30) έχουσιν. ἢ τοῦτο ἐπιπόλαιον τὸ ψεῦδος; φανερὸν δ’ ἐπὶ τῶν
ἄλλων ἐπιστημῶν καὶ δυνάμεων· τῶν γὰρ ὁμοίων αὐλητῶν
τὴν τέχνην οὐ δοτέον πλεονεξίαν τῶν αὐλῶν τοῖς εὐγενεστέ-
ροις (οὐδὲν γὰρ αὐλήσουσι βέλτιον), δεῖ δὲ τῷ κατὰ τὸ ἔρ-
γον ὑπερέχοντι διδόναι καὶ τῶν ὀργάνων τὴν ὑπεροχήν. εἰ
(35) δὲ μήπω δῆλον τὸ λεγόμενον, ἔτι μᾶλλον αὐτὸ προαγα-
γοῦσιν ἔσται φανερόν. εἰ γὰρ εἴη τις ὑπερέχων μὲν κατὰ
τὴν αὐλητικήν, πολὺ δ’ ἐλλείπων κατ’ εὐγένειαν ἢ κάλ-
λος, εἰ καὶ μεῖζον ἕκαστον ἐκείνων ἀγαθόν ἐστι τῆς αὐλη-
τικῆς (λέγω δὲ τήν τ’ εὐγένειαν καὶ τὸ κάλλος), καὶ κατὰ
(40) τὴν ἀναλογίαν ὑπερέχουσι πλέον τῆς αὐλητικῆς ἢ ἐκεῖνος
κατὰ τὴν αὐλητικήν, ὅμως τούτῳ δοτέον τοὺς διαφέροντας
[1283a] τῶν αὐλῶν. δεῖ γὰρ εἰς τὸ ἔργον συμβάλλεσθαι τὴν ὑπερ-
οχὴν καὶ τοῦ πλούτου καὶ τῆς εὐγενείας, συμβάλλονται δ’
οὐδέν. ἔτι κατά γε τοῦτον τὸν λόγον πᾶν ἀγαθὸν πρὸς πᾶν
ἂν εἴη συμβλητόν. εἰ γὰρ ἐνάμιλλον τὸ τὶ μέγεθος, καὶ
(5) ὅλως ἂν τὸ μέγεθος ἐνάμιλλον εἴη καὶ πρὸς πλοῦτον καὶ
πρὸς ἐλευθερίαν· ὥστ’ εἰ πλεῖον ὁδὶ διαφέρει κατὰ μέγεθος
ἢ ὁδὶ κατ’ ἀρετήν, <εἰ> καὶ [πλεῖον] ὑπερέχει ὅλως ἀρετὴ μεγέ-
θους, εἴη ἂν συμβλητὰ πάντα. τοσόνδε γὰρ [μέγεθος] εἰ
κρεῖττον τοσοῦδε, τοσόνδε δῆλον ὡς ἴσον. ἐπεὶ δὲ τοῦτ’ ἀδύνα-
(10) τον, δῆλον ὡς καὶ ἐπὶ τῶν πολιτικῶν εὐλόγως οὐ κατὰ
πᾶσαν ἀνισότητ’ ἀμφισβητοῦσι τῶν ἀρχῶν (εἰ γὰρ οἱ μὲν
βραδεῖς οἱ δὲ ταχεῖς, οὐδὲν διὰ τοῦτο δεῖ τοὺς μὲν πλεῖον
τοὺς δ’ ἔλαττον ἔχειν, ἀλλ’ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἡ τού-
των διαφορὰ λαμβάνει τὴν τιμήν)· ἀλλ’ ἐξ ὧν πόλις συν-
(15) έστηκεν, ἐν τούτοις ἀναγκαῖον ποιεῖσθαι τὴν ἀμφισβήτησιν.
διόπερ εὐλόγως ἀντιποιοῦνται τῆς τιμῆς οἱ εὐγενεῖς καὶ ἐλεύ-
θεροι καὶ πλούσιοι. δεῖ γὰρ ἐλευθέρους τ’ εἶναι καὶ τίμημα
φέροντας (οὐ γὰρ ἂν εἴη πόλις ἐξ ἀπόρων πάντων, ὥσπερ
οὐδ’ ἐκ δούλων)· ἀλλὰ μὴν εἰ δεῖ τούτων, δῆλον ὅτι καὶ
(20) δικαιοσύνης καὶ τῆς πολιτικῆς ἀρετῆς. οὐδὲ γὰρ ἄνευ
τούτων οἰκεῖσθαι πόλιν δυνατόν· πλὴν ἄνευ μὲν τῶν προ-
τέρων ἀδύνατον εἶναι πόλιν, ἄνευ δὲ τούτων οἰκεῖσθαι καλῶς.
|