Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

ΠΛ Απολ 35b–35d

Ο Σωκράτης εξηγεί γιατί αρνείται να ικετεύσει για την αθώωσή του
Απολογούμενος στην Ηλιαία, ο Σωκράτης ανασκεύασε τις εναντίον του κατηγορίες (βλ. και ΠΛ Απολ 30c–31c) και αναφέρθηκε στο δαιμόνιον , τη φωνή που άκουγε μέσα του και τον εμπόδιζε να ασχοληθεί με τα κοινά. Αφού τόνισε την εναρμόνιση λόγων και έργων του και καθόρισε τα ιδιαίτερα χαρακτηριστικά του ως δασκάλου, ο Σωκράτης περνά στον επίλογο της κύριας απολογίας του.

    Χωρὶς δὲ τῆς δόξης, ὦ ἄνδρες, οὐδὲ δίκαιόν μοι δοκεῖ
[35c] εἶναι δεῖσθαι τοῦ δικαστοῦ οὐδὲ δεόμενον ἀποφεύγειν, ἀλλὰ
διδάσκειν καὶ πείθειν. οὐ γὰρ ἐπὶ τούτῳ κάθηται ὁ δικα-
στής, ἐπὶ τῷ καταχαρίζεσθαι τὰ δίκαια, ἀλλ’ ἐπὶ τῷ κρίνειν
ταῦτα· καὶ ὀμώμοκεν οὐ χαριεῖσθαι οἷς ἂν δοκῇ αὐτῷ, ἀλλὰ
δικάσειν κατὰ τοὺς νόμους. οὔκουν χρὴ οὔτε ἡμᾶς ἐθίζειν
ὑμᾶς ἐπιορκεῖν οὔθ’ ὑμᾶς ἐθίζεσθαι· οὐδέτεροι γὰρ ἂν ἡμῶν
εὐσεβοῖεν. μὴ οὖν ἀξιοῦτέ με, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦτα
δεῖν πρὸς ὑμᾶς πράττειν ἃ μήτε ἡγοῦμαι καλὰ εἶναι μήτε
[35d] δίκαια μήτε ὅσια, ἄλλως τε μέντοι νὴ Δία πάντως καὶ ἀσε-
βείας φεύγοντα ὑπὸ Μελήτου τουτουΐ. σαφῶς γὰρ ἄν, εἰ
πείθοιμι ὑμᾶς καὶ τῷ δεῖσθαι βιαζοίμην ὀμωμοκότας, θεοὺς
ἂν διδάσκοιμι μὴ ἡγεῖσθαι ὑμᾶς εἶναι, καὶ ἀτεχνῶς ἀπολο-
γούμενος κατηγοροίην ἂν ἐμαυτοῦ ὡς θεοὺς οὐ νομίζω. ἀλλὰ
πολλοῦ δεῖ οὕτως ἔχειν· νομίζω τε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι,
ὡς οὐδεὶς τῶν ἐμῶν κατηγόρων, καὶ ὑμῖν ἐπιτρέπω καὶ τῷ θεῷ
κρῖναι περὶ ἐμοῦ ὅπῃ μέλλει ἐμοί τε ἄριστα εἶναι καὶ ὑμῖν.