Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΑΛΚΙΒΙΑΔΗΣ Α΄

ΠΛ Αλκ1 120e–122d

Σύγκριση της καταγωγής και της διαπαιδαγώγησης του Αλκιβιάδη με αυτές των Περσών και των Λακεδαιμονίων
Ο Σωκράτης τόνισε στον Αλκιβιάδη την ανάγκη να φτάσει στην αυτογνωσία (η οποία αποτελεί και το εξεταζόμενο θέμα αυτού του διαλόγου), εφόσον επιθυμούσε να καθοδηγεί ως πολιτικός τους συμπολίτες του. Επειδή, όμως, ο φιλόδοξος νέος αγνοούσε τι είναι δίκαιο, δεν ήταν, κατά τον Σωκράτη, σε θέση να βοηθήσει τους Αθηναίους. Ο Αλκιβιάδης παρατήρησε ότι δεν του ήταν απαραίτητη η σχετική μόρφωση, από τη στιγμή που οι επίδοξοι πολιτικοί του αντίπαλοι ήταν αμόρφωτοι, ο φιλόσοφος τον κάλεσε, ωστόσο, να συγκρίνει την καταγωγή και τη μόρφωσή του με αυτές των αναμενόμενων εξωτερικών του αντιπάλων, των βασιλιάδων των Περσών και των Λακεδαιμονίων.

    ΣΩ. Σκεψώμεθα δή, τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτι-
θέντες, πρῶτον μὲν εἰ δοκοῦσι φαυλοτέρων γενῶν εἶναι οἱ
Λακεδαιμονίων καὶ Περσῶν βασιλῆς. ἢ οὐκ ἴσμεν ὡς οἱ μὲν
Ἡρακλέους, οἱ δὲ Ἀχαιμένους ἔκγονοι, τὸ δ’ Ἡρακλέους τε
γένος καὶ τὸ Ἀχαιμένους εἰς Περσέα τὸν Διὸς ἀναφέρεται;

    [121a] ΑΛ. Καὶ γὰρ τὸ ἡμέτερον, ὦ Σώκρατες, εἰς Εὐρυσάκη,
τὸ δ’ Εὐρυσάκους εἰς Δία.

    ΣΩ. Καὶ γὰρ τὸ ἡμέτερον, ὦ γενναῖε Ἀλκιβιάδη, εἰς
Δαίδαλον, ὁ δὲ Δαίδαλος εἰς Ἥφαιστον τὸν Διός. ἀλλὰ
τὰ μὲν τούτων ἀπ’ αὐτῶν ἀρξάμενα βασιλῆς εἰσιν ἐκ βα-
σιλέων μέχρι Διός, οἱ μὲν Ἄργους τε καὶ Λακεδαίμονος,
οἱ δὲ τῆς Περσίδος τὸ ἀεί, πολλάκις δὲ καὶ τῆς Ἀσίας,
ὥσπερ καὶ νῦν· ἡμεῖς δὲ αὐτοί τε ἰδιῶται καὶ οἱ πατέρες.
[121b] εἰ δὲ καὶ τοὺς προγόνους σε δέοι καὶ τὴν πατρίδα Εὐρυσά-
κους ἐπιδεῖξαι Σαλαμῖνα ἢ τὴν Αἰακοῦ τοῦ ἔτι προτέρου
Αἴγιναν Ἀρτοξέρξῃ τῷ Ξέρξου, πόσον ἂν οἴει γέλωτα
ὀφλεῖν; ἀλλ’ ὅρα μὴ τοῦ τε γένους ὄγκῳ ἐλαττώμεθα τῶν
ἀνδρῶν καὶ τῇ ἄλλῃ τροφῇ. ἢ οὐκ ᾔσθησαι τοῖς τε Λακε-
δαιμονίων βασιλεῦσιν ὡς μεγάλα τὰ ὑπάρχοντα, ὧν αἱ
γυναῖκες δημοσίᾳ φυλάττονται ὑπὸ τῶν ἐφόρων, ὅπως εἰς
δύναμιν μὴ λάθῃ ἐξ ἄλλου γενόμενος ὁ βασιλεὺς ἢ ἐξ
[121c] Ἡρακλειδῶν; ὁ δὲ Περσῶν τοσοῦτον ὑπερβάλλει, ὥστ’
οὐδεὶς ὑποψίαν ἔχει ὡς ἐξ ἄλλου ἂν βασιλεὺς γένοιτο ἢ ἐξ
αὐτοῦ· διὸ οὐ φρουρεῖται ἡ βασιλέως γυνὴ ἀλλ’ ἢ ὑπὸ
φόβου. ἐπειδὰν δὲ γένηται ὁ παῖς ὁ πρεσβύτατος, οὗπερ
ἡ ἀρχή, πρῶτον μὲν ἑορτάζουσι πάντες οἱ ἐν τῇ βασιλέως,
ὧν ἂν ἄρχῃ, εἶτα εἰς τὸν ἄλλον χρόνον ταύτῃ τῇ ἡμέρᾳ
βασιλέως γενέθλια πᾶσα θύει καὶ ἑορτάζει ἡ Ἀσία· ἡμῶν
[121d] δὲ γενομένων, τὸ τοῦ κωμῳδοποιοῦ, οὐδ’ οἱ γείτονες σφόδρα
τι αἰσθάνονται, ὦ Ἀλκιβιάδη. μετὰ τοῦτο τρέφεται ὁ
παῖς, οὐχ ὑπὸ γυναικὸς τροφοῦ ὀλίγου ἀξίας, ἀλλ’ ὑπ’
εὐνούχων οἳ ἂν δοκῶσιν τῶν περὶ βασιλέα ἄριστοι εἶναι·
οἷς τά τε ἄλλα προστέτακται ἐπιμέλεσθαι τοῦ γενομένου,
καὶ ὅπως ὅτι κάλλιστος ἔσται μηχανᾶσθαι, ἀναπλάττοντας
τὰ μέλη τοῦ παιδὸς καὶ κατορθοῦντας· καὶ ταῦτα δρῶντες
[121e] ἐν μεγάλῃ τιμῇ εἰσιν. ἐπειδὰν δὲ ἑπτέτεις γένωνται οἱ
παῖδες, ἐπὶ τοὺς ἵππους καὶ ἐπὶ τοὺς τούτων διδασκάλους
φοιτῶσιν, καὶ ἐπὶ τὰς θήρας ἄρχονται ἰέναι. δὶς ἑπτὰ δὲ
γενόμενον ἐτῶν τὸν παῖδα παραλαμβάνουσιν οὓς ἐκεῖνοι
βασιλείους παιδαγωγοὺς ὀνομάζουσιν· εἰσὶ δὲ ἐξειλεγμένοι
Περσῶν οἱ ἄριστοι δόξαντες ἐν ἡλικίᾳ τέτταρες, ὅ τε σο-
φώτατος καὶ ὁ δικαιότατος καὶ ὁ σωφρονέστατος καὶ ὁ
[122a] ἀνδρειότατος. ὧν ὁ μὲν μαγείαν τε διδάσκει τὴν Ζωρο-
άστρου τοῦ Ὡρομάζου ―ἔστι δὲ τοῦτο θεῶν θεραπεία―
διδάσκει δὲ καὶ τὰ βασιλικά, ὁ δὲ δικαιότατος ἀληθεύειν
διὰ παντὸς τοῦ βίου, ὁ δὲ σωφρονέστατος μηδ’ ὑπὸ μιᾶς
ἄρχεσθαι τῶν ἡδονῶν, ἵνα ἐλεύθερος εἶναι ἐθίζηται καὶ
ὄντως βασιλεύς, ἄρχων πρῶτον τῶν ἐν αὑτῷ ἀλλὰ μὴ
δουλεύων, ὁ δὲ ἀνδρειότατος ἄφοβον καὶ ἀδεᾶ παρασκευά-
ζων, ὡς ὅταν δείσῃ δοῦλον ὄντα· σοὶ δ’, ὦ Ἀλκιβιάδη,
[122b] Περικλῆς ἐπέστησε παιδαγωγὸν τῶν οἰκετῶν τὸν ἀχρειό-
τατον ὑπὸ γήρως, Ζώπυρον τὸν Θρᾷκα. διῆλθον δὲ καὶ
τὴν ἄλλην ἄν σοι τῶν ἀνταγωνιστῶν τροφήν τε καὶ παι-
δείαν, εἰ μὴ πολὺ ἔργον ἦν καὶ ἅμα ταῦθ’ ἱκανὰ δηλῶσαι
καὶ τἆλλα ὅσα τούτοις ἀκόλουθα· τῆς δὲ σῆς γενέσεως,
ὦ Ἀλκιβιάδη, καὶ τροφῆς καὶ παιδείας, ἢ ἄλλου ὁτουοῦν
Ἀθηναίων, ὡς ἔπος εἰπεῖν οὐδενὶ μέλει, εἰ μὴ εἴ τις
ἐραστής σου τυγχάνει ὤν. εἰ δ’ αὖ ἐθέλεις εἰς πλούτους
[122c] ἀποβλέψαι καὶ τρυφὰς καὶ ἐσθῆτας ἱματίων θ’ ἕλξεις καὶ
μύρων ἀλοιφὰς καὶ θεραπόντων πλήθους ἀκολουθίας τήν
τε ἄλλην ἁβρότητα τὴν Περσῶν, αἰσχυνθείης ἂν ἐπὶ σεαυτῷ,
αἰσθόμενος ὅσον αὐτῶν ἐλλείπεις. εἰ δ’ αὖ ἐθελήσεις εἰς
σωφροσύνην τε καὶ κοσμιότητα ἀποβλέψαι καὶ εὐχέρειαν
καὶ εὐκολίαν καὶ μεγαλοφροσύνην καὶ εὐταξίαν καὶ ἀνδρείαν
καὶ καρτερίαν καὶ φιλοπονίαν καὶ φιλονικίαν καὶ φιλοτιμίας
τὰς Λακεδαιμονίων, παῖδ’ ἂν ἡγήσαιο σαυτὸν πᾶσι τοῖς
[122d] τοιούτοις.