Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΣΥΜΠΟΣΙΟΝ

ΞΕΝ Συμπ 4.29–4.44

Συζήτηση για τη φτώχεια και τον πλούτο
Κατά τη εξέλιξη του συμποσίου του Καλλία προς τιμή του παγκρατιαστή Αυτόλυκου (βλ. και ΞΕΝ Συμπ 2.24–2.27), ο καθένας από τους συνδαιτυμόνες κλήθηκε να κατονομάσει κάτι για το οποίο ένιωθε υπερήφανος.

[4.29] ὁ δὲ Καλλίας, Σὸν μέρος, ἔφη, λέγειν, ὦ Χαρμίδη, δι’ ὅ τι ἐπὶ
πενίᾳ μέγα φρονεῖς. Οὐκοῦν τόδε μέν, ἔφη, ὁμολογεῖται,
κρεῖττον εἶναι θαρρεῖν ἢ φοβεῖσθαι καὶ ἐλεύθερον εἶναι
μᾶλλον ἢ δουλεύειν καὶ θεραπεύεσθαι μᾶλλον ἢ θεραπεύειν
καὶ πιστεύεσθαι ὑπὸ τῆς πατρίδος μᾶλλον ἢ ἀπιστεῖσθαι.
[4.30] ἐγὼ τοίνυν ἐν τῇδε τῇ πόλει ὅτε μὲν πλούσιος ἦν πρῶτον
μὲν ἐφοβούμην μή τίς μου τὴν οἰκίαν διορύξας καὶ τὰ
χρήματα λάβοι καὶ αὐτόν τί με κακὸν ἐργάσαιτο· ἔπειτα δὲ
καὶ τοὺς συκοφάντας ἐθεράπευον, εἰδὼς ὅτι παθεῖν μᾶλλον
κακῶς ἱκανὸς εἴην ἢ ποιῆσαι ἐκείνους. καὶ γὰρ δὴ καὶ
προσετάττετο μὲν ἀεί τί μοι δαπανᾶν ὑπὸ τῆς πόλεως,
ἀποδημῆσαι δὲ οὐδαμοῦ ἐξῆν. [4.31] νῦν δ’ ἐπειδὴ τῶν ὑπερορίων
στέρομαι καὶ τὰ ἔγγεια οὐ καρποῦμαι καὶ τὰ ἐκ τῆς οἰκίας
πέπραται, ἡδέως μὲν καθεύδω ἐκτεταμένος, πιστὸς δὲ τῇ
πόλει γεγένημαι, οὐκέτι δὲ ἀπειλοῦμαι, ἀλλ’ ἤδη ἀπειλῶ
ἄλλοις, ὡς ἐλευθέρῳ τε ἔξεστί μοι καὶ ἀποδημεῖν καὶ
ἐπιδημεῖν· ὑπανίστανται δέ μοι ἤδη καὶ θάκων καὶ ὁδῶν
ἐξίστανται οἱ πλούσιοι. [4.32] καὶ εἰμὶ νῦν μὲν τυράννῳ ἐοικώς,
τότε δὲ σαφῶς δοῦλος ἦν· καὶ τότε μὲν ἐγὼ φόρον ἀπέφερον
τῷ δήμῳ, νῦν δὲ ἡ πόλις τέλος φέρουσα τρέφει με. ἀλλὰ
καὶ Σωκράτει, ὅτε μὲν πλούσιος ἦν, ἐλοιδόρουν με ὅτι
συνῆν, νῦν δ’ ἐπεὶ πένης γεγένημαι, οὐκέτι οὐδὲν μέλει
οὐδενί. καὶ μὴν ὅτε μέν γε πολλὰ εἶχον, ἀεί τι ἀπέ-
βαλλον ἢ ὑπὸ τῆς πόλεως ἢ ὑπὸ τῆς τύχης· νῦν δὲ ἀπο-
βάλλω μὲν οὐδέν (οὐδὲ γὰρ ἔχω), ἀεὶ δέ τι λήψεσθαι ἐλπίζω.
[4.33] Οὐκοῦν, ἔφη ὁ Καλλίας, καὶ εὔχῃ μηδέποτε πλουτεῖν, καὶ
ἐάν τι ὄναρ ἀγαθὸν ἴδῃς, τοῖς ἀποτροπαίοις θύεις; Μὰ Δία
τοῦτο μέντοι, ἔφη, ἐγὼ οὐ ποιῶ, ἀλλὰ μάλα φιλοκινδύνως
ὑπομένω, ἄν ποθέν τι ἐλπίζω λήψεσθαι. [4.34] Ἀλλ’ ἄγε δή,
ἔφη ὁ Σωκράτης, σὺ αὖ λέγε ἡμῖν, ὦ Ἀντίσθενες, πῶς
οὕτω βραχέα ἔχων μέγα φρονεῖς ἐπὶ πλούτῳ. Ὅτι νομίζω,
ὦ ἄνδρες, τοὺς ἀνθρώπους οὐκ ἐν τῷ οἴκῳ τὸν πλοῦτον
καὶ τὴν πενίαν ἔχειν ἀλλ’ ἐν ταῖς ψυχαῖς. [4.35] ὁρῶ γὰρ πολ-
λοὺς μὲν ἰδιώτας, οἳ πάνυ πολλὰ ἔχοντες χρήματα οὕτω
πένεσθαι ἡγοῦνται ὥστε πάντα μὲν πόνον, πάντα δὲ κίν-
δυνον ὑποδύονται, ἐφ’ ᾧ πλείω κτήσονται, οἶδα δὲ καὶ
ἀδελφούς, οἳ τὰ ἴσα λαχόντες ὁ μὲν αὐτῶν τἀρκοῦντα ἔχει
καὶ περιττεύοντα τῆς δαπάνης, ὁ δὲ τοῦ παντὸς ἐνδεῖται·
[4.36] αἰσθάνομαι δὲ καὶ τυράννους τινάς, οἳ οὕτω πεινῶσι χρη-
μάτων ὥστε ποιοῦσι πολὺ δεινότερα τῶν ἀπορωτάτων· δι’
ἔνδειαν μὲν γὰρ δήπου οἱ μὲν κλέπτουσιν, οἱ δὲ τοιχωρυ-
χοῦσιν, οἱ δὲ ἀνδραποδίζονται· τύραννοι δ’ εἰσί τινες οἳ ὅλους
μὲν οἴκους ἀναιροῦσιν, ἁθρόους δ’ ἀποκτείνουσι, πολλάκις δὲ
καὶ ὅλας πόλεις χρημάτων ἕνεκα ἐξανδραποδίζονται. [4.37] τούτους
μὲν οὖν ἔγωγε καὶ πάνυ οἰκτίρω τῆς ἄγαν χαλεπῆς νόσου.
ὅμοια γάρ μοι δοκοῦσι πάσχειν ὥσπερ εἴ τις πολλὰ ἔχοι καὶ
πολλὰ ἐσθίων μηδέποτε ἐμπίμπλαιτο. ἐγὼ δὲ οὕτω μὲν
πολλὰ ἔχω ὡς μόλις αὐτὰ καὶ [ἐγὼ ἂν] αὐτὸς εὑρίσκω· ὅμως
δὲ περίεστί μοι καὶ ἐσθίοντι ἄχρι τοῦ μὴ πεινῆν ἀφικέσθαι
καὶ πίνοντι μέχρι τοῦ μὴ διψῆν καὶ ἀμφιέννυσθαι ὥστε ἔξω
μὲν μηδὲν μᾶλλον Καλλίου τούτου τοῦ πλουσιωτάτου ῥιγοῦν·
[4.38] ἐπειδάν γε μὴν ἐν τῇ οἰκίᾳ γένωμαι, πάνυ μὲν ἀλεεινοὶ
χιτῶνες οἱ τοῖχοί μοι δοκοῦσιν εἶναι, πάνυ δὲ παχεῖαι
ἐφεστρίδες οἱ ὄροφοι, στρωμνήν γε μὴν οὕτως ἀρκοῦσαν
ἔχω ὥστ’ ἔργον μέγ’ ἐστὶ καὶ ἀνεγεῖραι. ἂν δέ ποτε καὶ
ἀφροδισιάσαι τὸ σῶμά μου δεηθῇ, οὕτω μοι τὸ παρὸν ἀρκεῖ
ὥστε αἷς ἂν προσέλθω ὑπερασπάζονταί με διὰ τὸ μηδένα
ἄλλον αὐταῖς ἐθέλειν προσιέναι. [4.39] καὶ πάντα τοίνυν ταῦτα
οὕτως ἡδέα μοι δοκεῖ εἶναι ὡς μᾶλλον μὲν ἥδεσθαι ποιῶν
ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ· οὕτω μοι δοκεῖ
ἔνια αὐτῶν ἡδίω εἶναι τοῦ συμφέροντος. [4.40] πλείστου δ’ ἄξιον
κτῆμα ἐν τῷ ἐμῷ πλούτῳ λογίζομαι εἶναι ἐκεῖνο, ὅτι εἴ μού
τις καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως ὁρῶ φαῦλον
ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοὶ παρέχοι. [4.41] καὶ
γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ τῆς ἀγορᾶς τὰ
τίμια ὠνοῦμαι (πολυτελῆ γὰρ γίγνεται), ἀλλ’ ἐκ τῆς ψυχῆς
ταμιεύομαι. καὶ πολὺ πλέον διαφέρει πρὸς ἡδονήν, ὅταν
ἀναμείνας τὸ δεηθῆναι προσφέρωμαι ἢ ὅταν τινὶ τῶν τιμίων
χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷ Θασίῳ οἴνῳ ἐντυχὼν οὐ
διψῶν πίνω αὐτόν. [4.42] ἀλλὰ μὴν καὶ πολὺ δικαιοτέρους γε εἰκὸς
εἶναι τοὺς εὐτέλειαν μᾶλλον ἢ πολυχρηματίαν σκοποῦντας.
οἷς γὰρ μάλιστα τὰ παρόντα ἀρκεῖ ἥκιστα τῶν ἀλλοτρίων
ὀρέγονται. [4.43] ἄξιον δ’ ἐννοῆσαι ὡς καὶ ἐλευθερίους ὁ τοιοῦτος
πλοῦτος παρέχεται. Σωκράτης τε γὰρ οὗτος παρ’ οὗ ἐγὼ
τοῦτον ἐκτησάμην οὔτ’ ἀριθμῷ οὔτε σταθμῷ ἐπήρκει μοι, ἀλλ’
ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι παρεδίδου· ἐγώ τε
νῦν οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖς φίλοις καὶ ἐπιδεικνύω τὴν
ἀφθονίαν καὶ μεταδίδωμι τῷ βουλομένῳ τοῦ ἐν τῇ ἐμῇ ψυχῇ
πλούτου. [4.44] καὶ μὴν καὶ τὸ ἁβρότατόν γε κτῆμα, τὴν σχολὴν
ἀεὶ ὁρᾶτέ μοι παροῦσαν, ὥστε καὶ θεᾶσθαι τὰ ἀξιοθέατα
καὶ ἀκούειν τὰ ἀξιάκουστα καὶ ὃ πλείστου ἐγὼ τιμῶμαι,
Σωκράτει σχολάζων συνδιημερεύειν. καὶ οὗτος δὲ οὐ τοὺς
πλεῖστον ἀριθμοῦντας χρυσίον θαυμάζει, ἀλλ’ οἳ ἂν αὐτῷ
ἀρέσκωσι τούτοις συνὼν διατελεῖ. οὗτος μὲν οὖν οὕτως
εἶπεν.