Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΟΙΚΟΝΟΜΙΚΟΣ

ΞΕΝ Οικ 20.1–20.15

Η γη ευεργετεί, αν ευεργετηθεί
Ο Ισχόμαχος υποστήριξε ότι είχε εξασφαλίσει την καλύτερη δυνατή επιμέλεια για τα κτήματά του, αναθέτοντάς την σε ικανούς και καλά εκπαιδευμένους επιστάτες (βλ. και ΞΕΝ Οικ 13.6–13.12). Κατά τον Σωκράτη, όμως, αυτό δεν ήταν αρκετό, καθώς ήταν απαραίτητη και η σαφής γνώση της ίδιας της τέχνης της γεωργίας. Στο συνομιλητή του, που, αναπτύσσοντας το συγκεκριμένο ζήτημα, επιχειρηματολόγησε υπέρ της ευκολίας εκμάθησης της αγροτικής τέχνης, ο φιλόσοφος έθεσε το παρακάτω ερώτημα:

    [20.1] Ἐνταῦθα δὴ ἐγὼ εἶπον· Πῶς οὖν, ὦ Ἰσχόμαχε, εἰ οὕτω
γε καὶ ῥᾴδιά ἐστι μαθεῖν τὰ περὶ τὴν γεωργίαν καὶ πάντες
ὁμοίως ἴσασιν ἃ δεῖ ποιεῖν, οὐχὶ καὶ πάντες πράττουσιν
ὁμοίως, ἀλλ’ οἱ μὲν αὐτῶν ἀφθόνως τε ζῶσι καὶ περιττὰ
ἔχουσιν, οἱ δ’ οὐδὲ τὰ ἀναγκαῖα δύνανται πορίζεσθαι, ἀλλὰ
καὶ προσοφείλουσιν; [20.2] Ἐγὼ δή σοι λέξω, ὦ Σώκρατες, ἔφη
ὁ Ἰσχόμαχος. οὐ γὰρ ἡ ἐπιστήμη οὐδ’ ἡ ἀνεπιστημοσύνη
τῶν γεωργῶν ἐστιν ἡ ποιοῦσα τοὺς μὲν εὐπορεῖν, τοὺς δὲ
ἀπόρους εἶναι· [20.3] οὐδ’ ἂν ἀκούσαις, ἔφη, λόγου οὕτω διαθέοντος
ὅτι διέφθαρται ὁ οἶκος, διότι οὐχ ὁμαλῶς ὁ σπορεὺς ἔσπει-
ρεν, οὐδ’ ὅτι οὐκ ὀρθῶς τοὺς ὄρχους ἐφύτευσεν, οὐδ’ ὅτι
ἀγνοήσας τις τὴν [γῆν] φέρουσαν ἀμπέλους ἐν ἀφόρῳ ἐφύ-
τευσεν, οὐδ’ ὅτι ἠγνόησέ τις ὅτι ἀγαθόν ἐστι τῷ σπόρῳ
νεὸν προεργάζεσθαι, οὐδ’ ὅτι ἠγνόησέ τις ὡς ἀγαθόν ἐστι
τῇ γῇ κόπρον μιγνύναι· [20.4] ἀλλὰ πολὺ μᾶλλον ἔστιν ἀκοῦσαι,
ἁνὴρ οὐ λαμβάνει σῖτον ἐκ τοῦ ἀγροῦ· οὐ γὰρ ἐπιμελεῖται
ὡς αὐτῷ σπείρηται ἢ ὡς κόπρος γίγνηται. οὐδ’ οἶνον ἔχει
ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται ὡς φυτεύσῃ ἀμπέλους οὐδὲ αἱ
οὖσαι ὅπως φέρωσιν αὐτῷ. οὐδὲ ἔλαιον οὐδὲ σῦκα ἔχει
ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται οὐδὲ ποιεῖ ὅπως ταῦτα ἔχῃ.
[20.5] τοιαῦτ’, ἔφη, ἐστίν, ὦ Σώκρατες, ἃ διαφέροντες ἀλλήλων
οἱ γεωργοὶ διαφερόντως καὶ πράττουσι πολὺ μᾶλλον ἢ [οἱ]
δοκοῦντες σοφόν τι ηὑρηκέναι εἰς τὰ ἔργα. [20.6] καὶ οἱ στρατηγοὶ
ἔστιν ἐν οἷς τῶν στρατηγικῶν ἔργων οὐ γνώμῃ διαφέροντες
ἀλλήλων οἱ μὲν βελτίονες οἱ δὲ χείρονές εἰσιν, ἀλλὰ
σαφῶς ἐπιμελείᾳ. ἃ γὰρ καὶ οἱ στρατηγοὶ γιγνώσκουσι
πάντες καὶ τῶν ἰδιωτῶν οἱ πλεῖστοι, ταῦτα οἱ μὲν ποιοῦσι
τῶν ἀρχόντων οἱ δ’ οὔ. [20.7] οἷον καὶ τόδε γιγνώσκουσιν ἅπαντες
ὅτι διὰ πολεμίας πορευομένους βέλτιόν ἐστι τεταγμένους
πορεύεσθαι οὕτως ὡς ἂν ἄριστα μάχοιντο, εἰ δέοι. τοῦτο
τοίνυν γιγνώσκοντες οἱ μὲν ποιοῦσιν οὕτως οἱ δ’ οὐ ποιοῦσι.
[20.8] φυλακὰς ἅπαντες ἴσασιν ὅτι βέλτιόν ἐστι καθιστάναι καὶ
ἡμερινὰς καὶ νυκτερινὰς πρὸ τοῦ στρατοπέδου. ἀλλὰ καὶ
τούτου οἱ μὲν ἐπιμελοῦνται ὡς ἔχῃ οὕτως, οἱ δ’ οὐκ ἐπι-
μελοῦνται. [20.9] ὅταν τε αὖ διὰ στενοπόρων ἴωσιν, οὐ πάνυ
χαλεπὸν εὑρεῖν ὅστις οὐ γιγνώσκει ὅτι προκαταλαμβάνειν
τὰ ἐπίκαιρα κρεῖττον ἢ μή; ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπι-
μελοῦνται οὕτω ποιεῖν, οἱ δ’ οὔ. [20.10] ἀλλὰ καὶ κόπρον λέγουσι
μὲν πάντες ὅτι ἄριστον εἰς γεωργίαν ἐστὶ καὶ ὁρῶσι δὲ
αὐτομάτην γιγνομένην· ὅμως δὲ καὶ ἀκριβοῦντες ὡς γίγνε-
ται, καὶ ῥᾴδιον ὂν πολλὴν ποιεῖν, οἱ μὲν καὶ τούτου ἐπι-
μελοῦνται ὅπως ἁθροίζηται, οἱ δὲ παραμελοῦσι. [20.11] καίτοι
ὕδωρ μὲν ὁ ἄνω θεὸς παρέχει, τὰ δὲ κοῖλα πάντα τέλ-
ματα γίγνεται, ἡ γῆ δὲ ὕλην παντοίαν παρέχει, καθαίρειν
δὲ δεῖ τὴν γῆν τὸν μέλλοντα σπείρειν· ἃ δ’ ἐκποδὼν
ἀναιρεῖται, ταῦτα εἴ τις ἐμβάλλοι εἰς τὸ ὕδωρ, ὁ χρόνος
ἤδη αὐτὸς ἂν ποιοίη οἷς ἡ γῆ ἥδεται. ποία μὲν γὰρ ὕλη,
ποία δὲ γῆ ἐν ὕδατι στασίμῳ οὐ κόπρος γίγνεται; [20.12] καὶ ὁπόσα
δὲ θεραπείας δεῖται ἡ γῆ, ὑγροτέρα γε οὖσα πρὸς τὸν σπόρον
ἢ ἁλμωδεστέρα πρὸς φυτείαν, καὶ ταῦτα γιγνώσκουσι μὲν
πάντες καὶ ὡς τὸ ὕδωρ ἐξάγεται τάφροις καὶ ὡς ἡ ἅλμη
κολάζεται μιγνυμένη πᾶσι τοῖς ἀνάλμοις, καὶ ὑγροῖς [τε] καὶ
ξηροῖς· ἀλλὰ καὶ τούτων ἐπιμελοῦνται οἱ μὲν οἱ δ’ οὔ.
[20.13] εἰ δέ τις παντάπασιν ἀγνὼς εἴη τί δύναται φέρειν ἡ γῆ,
καὶ μήτε ἰδεῖν ἔχοι καρπὸν μηδὲ φυτὸν αὐτῆς, μήτε ὅτου
ἀκούσαι τὴν ἀλήθειαν περὶ αὐτῆς ἔχοι, οὐ πολὺ μὲν ῥᾷον
γῆς πεῖραν λαμβάνειν παντὶ ἀνθρώπῳ ἢ ἵππου, πολὺ δὲ
ῥᾷον ἢ ἀνθρώπου; οὐ γὰρ ἔστιν ὅ τι ἐπὶ ἀπάτῃ δείκνυσιν,
ἀλλ’ ἁπλῶς ἅ τε δύναται καὶ ἃ μὴ σαφηνίζει τε καὶ
ἀληθεύει. [20.14] δοκεῖ δέ μοι ἡ γῆ καὶ τοὺς κακούς τε καὶ ἀργοὺς
τῷ εὔγνωστα καὶ εὐμαθῆ πάντα παρέχειν ἄριστα ἐξετάζειν.
οὐ γὰρ ὥσπερ τὰς ἄλλας τέχνας τοῖς μὴ ἐργαζομένοις
ἔστι προφασίζεσθαι ὅτι οὐκ ἐπίστανται, γῆν δὲ πάντες οἴ-
δασιν ὅτι εὖ πάσχουσα εὖ ποιεῖ· [20.15] ἀλλ’ ἡ ἐν γῇ ἀργία ἐστὶ
σαφὴς ψυχῆς κατήγορος κακῆς. ὡς μὲν γὰρ ἂν δύναιτο
ἄνθρωπος ζῆν ἄνευ τῶν ἐπιτηδείων, οὐδεὶς τοῦτο αὐτὸς
αὑτὸν πείθει· ὁ δὲ μήτε ἄλλην τέχνην χρηματοποιὸν ἐπι-
στάμενος μήτε γεωργεῖν ἐθέλων φανερὸν ὅτι κλέπτων ἢ
ἁρπάζων ἢ προσαιτῶν διανοεῖται βιοτεύειν, ἢ παντάπασιν
ἀλόγιστός ἐστι.