Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΟΙΚΟΝΟΜΙΚΟΣ

ΞΕΝ Οικ 8.1–8.10

Η ανάγκη της ευταξίας στο νοικοκυριό
Από το κεφάλαιο 7 ο Σωκράτης άρχισε να αφηγείται τη συνάντηση και τον διάλογό του με τον Ισχόμαχο, έναν ευυπόληπτο Αθηναίο, που όλοι τον θεωρούσαν καλὸν κἀγαθόν εξαιτίας και του τρόπου που διαχειριζόταν τα του οίκου του. Ο φιλόσοφος ρώτησε πώς κατόρθωσε ο τελευταίος να κάνει τη γυναίκα του καλή νοικοκυρά και σύζυγο. Έτσι, ο Ισχόμαχος τού διηγήθηκε τη συζήτηση που είχαν με τη γυναίκα του, ώστε να καθορίσουν τις υποχρεώσεις του καθενός.

    [8.1] Ἦ καὶ ἐπέγνως τι, ὦ Ἰσχόμαχε, ἔφην ἐγώ, ἐκ τούτων
αὐτὴν κεκινημένην μᾶλλον πρὸς τὴν ἐπιμέλειαν; Ναὶ μὰ
Δί’, ἔφη ὁ Ἰσχόμαχος, καὶ δηχθεῖσάν γε οἶδα αὐτὴν καὶ
ἐρυθριάσασαν σφόδρα ὅτι τῶν εἰσενεχθέντων τι αἰτήσαντος
ἐμοῦ οὐκ εἶχέ μοι δοῦναι. [8.2] καὶ ἐγὼ μέντοι ἰδὼν ἀχθεσθεῖσαν
αὐτὴν εἶπον· Μηδέν τι, ἔφην, ἀθυμήσῃς, ὦ γύναι, ὅτι οὐκ
ἔχεις δοῦναι ὅ σε αἰτῶν τυγχάνω. ἔστι μὲν γὰρ πενία αὕτη
σαφής, τὸ δεόμενόν τινος μὴ ἔχειν χρῆσθαι· ἀλυποτέρα δὲ
αὕτη ἡ ἔνδεια, τὸ ζητοῦντά τι μὴ δύνασθαι λαβεῖν, ἢ τὴν
ἀρχὴν μηδὲ ζητεῖν εἰδότα ὅτι οὐκ ἔστιν. ἀλλὰ γάρ, ἔφην
ἐγώ, τούτων οὐ σὺ αἰτία, ἀλλ’ ἐγὼ οὐ τάξας σοι παρέδωκα
ὅπου χρὴ ἕκαστα κεῖσθαι, ὅπως εἰδῇς ὅπου τε δεῖ τιθέναι
καὶ ὁπόθεν λαμβάνειν. [8.3] ἔστι δ’ οὐδὲν οὕτως, ὦ γύναι, οὔτ’
εὔχρηστον οὔτε καλὸν ἀνθρώποις ὡς τάξις. καὶ γὰρ χορὸς
ἐξ ἀνθρώπων συγκείμενός ἐστιν· ἀλλ’ ὅταν μὲν ποιῶσιν ὅ τι
ἂν τύχῃ ἕκαστος, ταραχή τις φαίνεται καὶ θεᾶσθαι ἀτερπές,
ὅταν δὲ τεταγμένως ποιῶσι καὶ φθέγγωνται, ἅμα οἱ αὐτοὶ
οὗτοι καὶ ἀξιοθέατοι δοκοῦσιν εἶναι καὶ ἀξιάκουστοι. [8.4] καὶ
στρατιά γε, ἔφην ἐγώ, ὦ γύναι, ἄτακτος μὲν οὖσα ταραχω-
δέστατον, καὶ τοῖς μὲν πολεμίοις εὐχειρωτότατον, τοῖς δὲ
φίλοις ἀκλεέστατον ὁρᾶν καὶ ἀχρηστότατον, ὄνος ὁμοῦ,
ὁπλίτης, σκευοφόρος, ψιλός, ἱππεύς, ἅμαξα· ―πῶς γὰρ ἂν
πορευθείησαν, <ἐὰν> ἔχοντες οὕτως ἐπικωλύσωσιν ἀλλήλους,
ὁ μὲν βαδίζων τὸν τρέχοντα, ὁ δὲ τρέχων τὸν ἑστηκότα, ἡ
δὲ ἅμαξα τὸν ἱππέα, ὁ δὲ ὄνος τὴν ἅμαξαν, ὁ δὲ σκευοφόρος
τὸν ὁπλίτην; [8.5] εἰ δὲ καὶ μάχεσθαι δέοι, πῶς ἂν οὕτως ἔχοντες
μαχέσαιντο; οἷς γὰρ ἀνάγκη αὐτῶν τοὺς ἐπιόντας φεύγειν,
οὗτοι ἱκανοί εἰσι φεύγοντες καταπατῆσαι τοὺς ὅπλα ἔχοντας·
[8.6] ―τεταγμένη δὲ στρατιὰ κάλλιστον μὲν ἰδεῖν τοῖς φίλοις,
δυσχερέστατον δὲ τοῖς πολεμίοις. τίς μὲν γὰρ οὐκ ἂν φίλος
ἡδέως θεάσαιτο ὁπλίτας πολλοὺς ἐν τάξει πορευομένους, τίς
δ’ οὐκ ἂν θαυμάσειεν ἱππέας κατὰ τάξεις ἐλαύνοντας, τίς δὲ
οὐκ ἂν πολέμιος φοβηθείη ἰδὼν διηυκρινημένους ὁπλίτας,
ἱππέας, πελταστάς, τοξότας, σφενδονήτας, καὶ τοῖς ἄρχουσι
τεταγμένως ἑπομένους; [8.7] ἀλλὰ καὶ πορευομένων ἐν τάξει, κἂν
πολλαὶ μυριάδες ὦσιν, ὁμοίως ὥσπερ εἷς ἕκαστος καθ’
ἡσυχίαν πάντες πορεύονται· εἰς γὰρ τὸ κενούμενον ἀεὶ
<οἱ> ὄπισθεν ἐπέρχονται. [8.8] καὶ τριήρης δέ τοι ἡ σεσαγμένη
ἀνθρώπων διὰ τί ἄλλο φοβερόν ἐστι πολεμίοις ἢ φίλοις
ἀξιοθέατον ἢ ὅτι ταχὺ πλεῖ; διὰ τί δὲ ἄλλο ἄλυποι ἀλλήλοις
εἰσὶν οἱ ἐμπλέοντες ἢ διότι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει
δὲ προνεύουσιν, ἐν τάξει δ’ ἀναπίπτουσιν, ἐν τάξει δ’ ἐμβαί-
νουσι καὶ ἐκβαίνουσιν; [8.9] ἡ δ’ ἀταξία ὅμοιόν τί μοι δοκεῖ εἶναι
οἷόνπερ εἰ γεωργὸς ὁμοῦ ἐμβάλοι κριθὰς καὶ πυροὺς καὶ
ὄσπρια, κἄπειτα, ὁπότε δέοι ἢ μάζης ἢ ἄρτου ἢ ὄψου, δια-
λέγειν δέοι αὐτῷ ἀντὶ τοῦ λαβόντα διηυκρινημένοις χρῆσθαι.
[8.10] καὶ σὺ οὖν, ὦ γύναι, <εἰ> τοῦ μὲν ταράχου τούτου μὴ δέοιο,
βούλοιο δ’ ἀκριβῶς διοικεῖν τὰ ὄντα εἰδέναι καὶ τῶν ὄντων
εὐπόρως λαμβάνουσα ὅτῳ ἂν δέῃ χρῆσθαι, καὶ ἐμοί, ἐάν τι
αἰτῶ ἐν χάριτι διδόναι, χώραν τε δοκιμασώμεθα τὴν προσή-
κουσαν ἑκάστοις ἔχειν καὶ ἐν ταύτῃ θέντες διδάξωμεν τὴν
διάκονον λαμβάνειν τε ἐντεῦθεν καὶ κατατιθέναι πάλιν εἰς
ταύτην· καὶ οὕτως εἰσόμεθα τά τε σῶα ὄντα καὶ τὰ μή· ἡ
γὰρ χώρα αὐτὴ τὸ μὴ ὂν ποθήσει, καὶ <τὸ> δεόμενον θεραπείας
ἐξετάσει ἡ ὄψις, καὶ τὸ εἰδέναι ὅπου ἕκαστόν ἐστι ταχὺ
ἐγχειριεῖ, ὥστε μὴ ἀπορεῖν χρῆσθαι.