Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΟΙΚΟΝΟΜΙΚΟΣ

ΞΕΝ Οικ 2.9–2.18

Σωκρατική άγνοια για την καλή διαχείριση μιας περιουσίας
Ο Κριτόβουλος έχει πειστεί για τη σχετικότητα του ζεύγους "πλούτος–φτώχεια", την οποία υποστήριξε προηγουμένως ο Σωκράτης, και του ζητά πλέον τρόπους καλής διαχείρισης και αύξησης της περιουσίας του.

[2.9] καὶ ὁ Κριτόβουλος εἶπεν· Ἐγὼ τούτοις, ὦ Σώκρατες, οὐκ ἔχω
ἀντιλέγειν· ἀλλ’ ὥρα σοι προστατεύειν ἐμοῦ, ὅπως μὴ τῷ
ὄντι οἰκτρὸς γένωμαι. ἀκούσας οὖν ὁ Σωκράτης εἶπε· Καὶ
οὐ θαυμαστὸν δοκεῖς, ὦ Κριτόβουλε, τοῦτο σαυτῷ ποιεῖν,
ὅτι ὀλίγῳ μὲν πρόσθεν, ὅτε ἐγὼ ἔφην πλουτεῖν, ἐγέλασας
ἐπ’ ἐμοὶ ὡς οὐδὲ εἰδότι ὅ τι εἴη πλοῦτος, καὶ πρότερον οὐκ
ἐπαύσω πρὶν ἐξήλεγξάς με καὶ ὁμολογεῖν ἐποίησας μηδὲ
ἑκατοστὸν μέρος τῶν σῶν κεκτῆσθαι, νῦν δὲ κελεύεις προ-
στατεύειν μέ σου καὶ ἐπιμελεῖσθαι ὅπως ἂν μὴ παντάπασιν
ἀληθῶς πένης γένοιο; [2.10] Ὁρῶ γάρ σε, ἔφη, ὦ Σώκρατες, ἕν τι
πλουτηρὸν ἔργον ἐπιστάμενον περιουσίαν ποιεῖν. τὸν οὖν
ἀπ’ ὀλίγων περιποιοῦντα ἐλπίζω ἀπὸ πολλῶν γ’ ἂν πάνυ
ῥᾳδίως πολλὴν περιουσίαν ποιῆσαι. [2.11] Οὔκουν μέμνησαι ἀρτίως
ἐν τῷ λόγῳ ὅτε οὐδ’ ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησας, λέγων
ὅτι τῷ μὴ ἐπισταμένῳ ἵπποις χρῆσθαι οὐκ εἴη χρήματα οἱ
ἵπποι οὐδὲ ἡ γῆ οὐδὲ τὰ πρόβατα οὐδὲ ἀργύριον οὐδὲ ἄλλο
οὐδὲ ἓν ὅτῳ τις μὴ ἐπίσταιτο χρῆσθαι; εἰσὶ μὲν οὖν αἱ
πρόσοδοι ἀπὸ τῶν τοιούτων· ἐμὲ δὲ πῶς τινὶ τούτων οἴει ἂν
ἐπιστηθῆναι χρῆσθαι, ᾧ τὴν ἀρχὴν οὐδὲν πώποτ’ ἐγένετο
τούτων; [2.12] Ἀλλ’ ἐδόκει ἡμῖν, καὶ εἰ μὴ χρήματά τις τύχοι
ἔχων, ὅμως εἶναί τις ἐπιστήμη οἰκονομίας. τί οὖν κωλύει
καὶ σὲ ἐπίστασθαι; Ὅπερ νὴ Δία καὶ αὐλεῖν ἂν κωλύσειεν
ἄνθρωπον ἐπίστασθαι, εἰ μήτε αὐτὸς πώποτε κτήσαιτο αὐλοὺς
μήτε ἄλλος αὐτῷ παράσχοι ἐν τοῖς αὑτοῦ μανθάνειν· οὕτω
δὴ καὶ ἐμοὶ ἔχει περὶ τῆς οἰκονομίας. [2.13] οὔτε γὰρ αὐτὸς ὄργανα
χρήματα ἐκεκτήμην, ὥστε μανθάνειν, οὔτε ἄλλος πώποτέ μοι
παρέσχε τὰ ἑαυτοῦ διοικεῖν ἀλλ’ ἢ σὺ νυνὶ ἐθέλεις παρέχειν.
οἱ δὲ δήπου τὸ πρῶτον μανθάνοντες κιθαρίζειν καὶ τὰς λύρας
λυμαίνονται· καὶ ἐγὼ δὴ εἰ ἐπιχειρήσαιμι ἐν τῷ σῷ οἴκῳ
μανθάνειν οἰκονομεῖν, ἴσως ἂν καταλυμηναίμην ἄν σου τὸν
οἶκον. [2.14] πρὸς ταῦτα ὁ Κριτόβουλος εἶπε· Προθύμως γε, ὦ
Σώκρατες, ἀποφεύγειν μοι πειρᾷ μηδέν με συνωφελῆσαι εἰς
τὸ ῥᾷον ὑποφέρειν τὰ ἐμοὶ ἀναγκαῖα πράγματα. Οὐ μὰ Δί’,
ἔφη ὁ Σωκράτης, οὐκ ἔγωγε, ἀλλ’ ὅσα ἔχω καὶ πάνυ προθύμως
ἐξηγήσομαί σοι. [2.15] οἶμαι δ’ ἂν καὶ εἰ ἐπὶ πῦρ ἐλθόντος σου
καὶ μὴ ὄντος παρ’ ἐμοί, εἰ ἄλλοσε ἡγησάμην ὁπόθεν σοι εἴη
λαβεῖν, οὐκ ἂν ἐμέμφου μοι, καὶ εἰ ὕδωρ παρ’ ἐμοῦ αἰτοῦντί
σοι αὐτὸς μὴ ἔχων ἄλλοσε καὶ ἐπὶ τοῦτο ἤγαγον, οἶδ’ ὅτι
οὐδ’ ἂν τοῦτό μοι ἐμέμφου, καὶ εἰ βουλομένου μουσικὴν
μαθεῖν σου παρ’ ἐμοῦ δείξαιμί σοι πολὺ δεινοτέρους ἐμοῦ
περὶ μουσικὴν καί σοι χάριν <ἂν> εἰδότας, εἰ ἐθέλοις παρ’
αὐτῶν μανθάνειν, τί ἂν ἔτι μοι ταῦτα ποιοῦντι μέμφοιο;
[2.16] Οὐδὲν ἂν δικαίως γε, ὦ Σώκρατες. Ἐγὼ τοίνυν σοι δείξω,
ὦ Κριτόβουλε, ὅσα νῦν λιπαρεῖς παρ’ ἐμοῦ μανθάνειν πολὺ
ἄλλους ἐμοῦ δεινοτέρους [τοὺς] περὶ ταῦτα. ὁμολογῶ δὲ
μεμεληκέναι μοι οἵτινες ἕκαστα ἐπιστημονέστατοί εἰσι τῶν
ἐν τῇ πόλει. [2.17] καταμαθὼν γάρ ποτε ἀπὸ τῶν αὐτῶν ἔργων
τοὺς μὲν πάνυ ἀπόρους ὄντας, τοὺς δὲ πάνυ πλουσίους,
ἀπεθαύμασα, καὶ ἔδοξέ μοι ἄξιον εἶναι ἐπισκέψεως ὅ τι εἴη
τοῦτο. καὶ ηὗρον ἐπισκοπῶν πάνυ οἰκείως ταῦτα γιγνόμενα.
[2.18] τοὺς μὲν γὰρ εἰκῇ ταῦτα πράττοντας ζημιουμένους ἑώρων,
τοὺς δὲ γνώμῃ συντεταμένῃ ἐπιμελουμένους καὶ θᾶττον καὶ
ῥᾷον καὶ κερδαλεώτερον κατέγνων πράττοντας. παρ’ ὧν ἂν
καὶ σὲ οἶμαι, εἰ βούλοιο, μαθόντα, εἴ σοι ὁ θεὸς μὴ ἐναντιοῖτο,
πάνυ ἂν δεινὸν χρηματιστὴν γενέσθαι.