Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 7.5.72–7.5.79

Ο Κύρος θέτει τις προτεραιότητες της περσικής διακυβέρνησης
Μετά τις στρατιωτικές του επιτυχίες, ο Κύρος έγινε ο ισχυρός άνδρας μιας τεράστιας αυτοκρατορίας. Από το ανάκτορο της Βαβυλώνας οργάνωσε τη σωματοφυλακή και τη φρουρά του. Για να ισχυροποιήσει την εξουσία του, προσέβλεπε στη στήριξη των αριστοκρατών και αξιωματούχων, που τον είχαν, άλλωστε, βοηθήσει να κερδίσει τόση δύναμη. Γι' αυτό τους κάλεσε και τους ανακοίνωσε τις βασικές παραμέτρους της διακυβέρνησης που θα ακολουθούσε. Παρακάτω παρατίθεται ένα απόσπασμα από τον προγραμματικό αυτό λόγο

[7.5.72] ἐπεὶ δὲ συνῆλθον, ἔλεξε τοιάδε.

    Ἄνδρες φίλοι καὶ σύμμαχοι, τοῖς μὲν θεοῖς μεγίστη
χάρις ὅτι ἔδοσαν ἡμῖν τυχεῖν ὧν ἐνομίζομεν ἄξιοι εἶναι.
νῦν γὰρ δὴ ἔχομεν καὶ γῆν πολλὴν καὶ ἀγαθὴν καὶ οἵτινες
ταύτην ἐργαζόμενοι θρέψουσιν ἡμᾶς· ἔχομεν δὲ καὶ οἰκίας
καὶ ἐν ταύταις κατασκευάς. [7.5.73] καὶ μηδείς γε ὑμῶν ἔχων
ταῦτα νομισάτω ἀλλότρια ἔχειν· νόμος γὰρ ἐν πᾶσιν ἀνθρώ-
ποις ἀίδιός ἐστιν, ὅταν πολεμούντων πόλις ἁλῷ, τῶν ἑλόντων
εἶναι καὶ τὰ σώματα τῶν ἐν τῇ πόλει καὶ τὰ χρήματα.
οὔκουν ἀδικίᾳ γε ἕξετε ὅ τι ἂν ἔχητε, ἀλλὰ φιλανθρωπίᾳ οὐκ
ἀφαιρήσεσθε, ἤν τι ἐᾶτε ἔχειν αὐτούς. [7.5.74] τὸ μέντοι ἐκ τοῦδε
οὕτως ἐγὼ γιγνώσκω ὅτι εἰ μὲν τρεψόμεθα ἐπὶ ῥᾳδιουργίαν
καὶ τὴν τῶν κακῶν ἀνθρώπων ἡδυπάθειαν, οἳ νομίζουσι τὸ
μὲν πονεῖν ἀθλιότητα, τὸ δὲ ἀπόνως βιοτεύειν εὐδαιμονίαν,
ταχὺ ἡμᾶς φημι ὀλίγου ἀξίους ἡμῖν αὐτοῖς ἔσεσθαι καὶ ταχὺ
πάντων τῶν ἀγαθῶν στερήσεσθαι. [7.5.75] οὐ γάρ τοι τὸ ἀγαθοὺς
ἄνδρας γενέσθαι τοῦτο ἀρκεῖ ὥστε καὶ διατελεῖν [ὄντας
ἀγαθούς], ἢν μή τις αὐτοῦ διὰ τέλους ἐπιμελῆται· ἀλλ’
ὥσπερ καὶ αἱ ἄλλαι τέχναι ἀμεληθεῖσαι μείονος ἄξιαι
γίγνονται καὶ τὰ σώματά γε τὰ εὖ ἔχοντα, ὁπόταν τις αὐτὰ
ἀνῇ ἐπὶ ῥᾳδιουργίαν, πονήρως πάλιν ἔχει, οὕτω καὶ ἡ σωφρο-
σύνη καὶ ἡ ἐγκράτεια καὶ ἡ ἀλκή, ὁπόταν τις αὐτῶν ἀνῇ τὴν
ἄσκησιν, ἐκ τούτου εἰς τὴν πονηρίαν πάλιν τρέπεται. [7.5.76] οὔκουν
δεῖ ἀμελεῖν οὐδ’ ἐπὶ τὸ αὐτίκα ἡδὺ προϊέναι αὑτούς. μέγα
μὲν γὰρ οἶμαι ἔργον καὶ τὸ ἀρχὴν καταπρᾶξαι, πολὺ δ’ ἔτι
μεῖζον τὸ λαβόντα διασώσασθαι. τὸ μὲν γὰρ λαβεῖν
πολλάκις τῷ τόλμαν μόνον παρασχομένῳ ἐγένετο, τὸ δὲ
λαβόντα κατέχειν οὐκέτι τοῦτο ἄνευ σωφροσύνης οὐδ’ ἄνευ
ἐγκρατείας οὐδ’ ἄνευ πολλῆς ἐπιμελείας γίγνεται. [7.5.77] ἃ χρὴ
γιγνώσκοντας νῦν πολὺ μᾶλλον ἀσκεῖν τὴν ἀρετὴν ἢ πρὶν
τάδε τἀγαθὰ κτήσασθαι, εὖ εἰδότας ὅτι ὅταν πλεῖστά τις
ἔχῃ, τότε πλεῖστοι καὶ φθονοῦσι καὶ ἐπιβουλεύουσι καὶ
πολέμιοι γίγνονται, ἄλλως τε κἂν παρ’ ἀκόντων τά τε κτή-
ματα καὶ τὴν θεραπείαν ὥσπερ ἡμεῖς ἔχῃ. τοὺς μὲν οὖν
θεοὺς οἴεσθαι χρὴ σὺν ἡμῖν ἔσεσθαι· οὐ γὰρ ἐπιβουλεύσαντες
ἀδίκως ἔχομεν, ἀλλ’ ἐπιβουλευθέντες ἐτιμωρησάμεθα. [7.5.78] τὸ
μέντοι μετὰ τοῦτο κράτιστον ἡμῖν αὐτοῖς παρασκευαστέον·
τοῦτο δ’ ἐστὶ τὸ βελτίονας ὄντας τῶν ἀρχομένων ἄρχειν
ἀξιοῦν. θάλπους μὲν οὖν καὶ ψύχους καὶ σίτων καὶ ποτῶν
καὶ πόνων καὶ ὕπνου ἀνάγκη καὶ τοῖς δούλοις μεταδιδόναι·
μεταδιδόντας γε μέντοι πειρᾶσθαι δεῖ ἐν τούτοις πρῶτον
βελτίονας αὐτῶν φαίνεσθαι. [7.5.79] πολεμικῆς δ’ ἐπιστήμης καὶ
μελέτης παντάπασιν οὐ μεταδοτέον τούτοις, οὕστινας ἐργάτας
ἡμετέρους καὶ δασμοφόρους βουλόμεθα καταστήσασθαι, ἀλλ’
αὐτοὺς δεῖ τούτοις τοῖς ἀσκήμασι πλεονεκτεῖν, γιγνώσκοντας
ὅτι ἐλευθερίας ταῦτα ὄργανα καὶ εὐδαιμονίας οἱ θεοὶ τοῖς
ἀνθρώποις ἀπέδειξαν· καὶ ὥσπερ γε ἐκείνους τὰ ὅπλα
ἀφῃρήμεθα, οὕτως ἡμᾶς αὐτοὺς δεῖ μήποτ’ ἐρήμους ὅπλων
γίγνεσθαι, εὖ εἰδότας ὅτι τοῖς ἀεὶ ἐγγυτάτω τῶν ὅπλων
οὖσι τούτοις καὶ οἰκειότατά ἐστιν ἃ ἂν βούλωνται.