[7.5.48] Κῦρος μὲν οὕτως εἶπεν· ἀνίσταται δ’ ἐπ’ αὐτῷ Ἀρτά-
βαζος ὁ συγγενής ποτε φήσας εἶναι καὶ εἶπεν· Ἦ καλῶς,
ἔφη, ἐποίησας, ὦ Κῦρε, ἄρξας τοῦ λόγου. ἐγὼ γὰρ ἔτι
νέου μὲν ὄντος σοῦ πάνυ ἀρξάμενος ἐπεθύμουν φίλος γενέ-
σθαι, ὁρῶν δέ σε οὐδὲν δεόμενον ἐμοῦ κατώκνουν σοι
προσιέναι. [7.5.49] ἐπεὶ δ’ ἔτυχές ποτε καὶ ἐμοῦ δεηθεὶς [προ-
θύμως] ἐξαγγεῖλαι πρὸς Μήδους τὰ παρὰ Κυαξάρου, ἐλογι-
ζόμην, εἰ ταῦτα προθύμως σοι συλλάβοιμι, ὡς οἰκεῖός τέ
σοι ἐσοίμην καὶ ἐξέσοιτό μοι διαλέγεσθαί σοι ὁπόσον χρόνον
βουλοίμην. καὶ ἐκεῖνα μὲν δὴ ἐπράχθη ὥστε σε ἐπαινεῖν.
[7.5.50] μετὰ τοῦτο Ὑρκάνιοι μὲν πρῶτοι φίλοι ἡμῖν ἐγένοντο καὶ
μάλα πεινῶσι συμμάχων· ὥστε μόνον οὐκ ἐν ταῖς ἀγκάλαις
περιεφέρομεν αὐτοὺς ἀγαπῶντες. μετὰ δὲ τοῦτο ἐπεὶ ἑάλω
τὸ πολέμιον στρατόπεδον, οὐκ οἶμαι σχολή σοι ἦν ἀμφ’
ἐμὲ ἔχειν· καὶ ἐγώ σοι συνεγίγνωσκον. [7.5.51] ἐκ δὲ τούτου
Γωβρύας ἡμῖν φίλος ἐγένετο, καὶ ἐγὼ ἔχαιρον· καὶ αὖθις
Γαδάτας· καὶ ἤδη ἔργον σοῦ ἦν μεταλαβεῖν. ἐπεί γε
μέντοι καὶ Σάκαι καὶ Καδούσιοι σύμμαχοι ἐγεγένηντο, θερα-
πεύειν εἰκότως ἔδει τούτους· καὶ γὰρ οὗτοι σὲ ἐθεράπευον.
[7.5.52] ὡς δ’ ἤλθομεν πάλιν ἔνθεν ὡρμήθημεν, ὁρῶν σε ἀμφ’ ἵππους
ἔχοντα, ἀμφ’ ἅρματα, ἀμφὶ μηχανάς, ἡγούμην, ἐπεὶ ἀπὸ
τούτων σχολάσαις, τότε σε καὶ ἀμφ’ ἐμὲ ἕξειν σχολήν.
ὥς γε μέντοι ἦλθεν ἡ δεινὴ ἀγγελία τὸ πάντας ἀνθρώπους
ἐφ’ ἡμᾶς συλλέγεσθαι, ἐγίγνωσκον ὅτι ταῦτα μέγιστα εἴη·
εἰ δὲ ταῦτα καλῶς γένοιτο, εὖ ἤδη ἐδόκουν εἰδέναι ὅτι πολλὴ
ἔσοιτο ἀφθονία τῆς ἐμῆς καὶ [τῆς] σῆς συνουσίας. [7.5.53] καὶ νῦν
δὴ νενικήκαμέν τε τὴν μεγάλην μάχην καὶ Σάρδεις καὶ
Κροῖσον ὑποχείριον ἔχομεν καὶ Βαβυλῶνα ᾑρήκαμεν καὶ
πάντας κατεστράμμεθα, καὶ μὰ τὸν Μίθρην ἐγώ τοι ἐχθές,
εἰ μὴ πολλοῖς διεπύκτευσα, οὐκ ἂν ἐδυνάμην σοι προσελ-
θεῖν. ἐπεί γε μέντοι ἐδεξιώσω με καὶ παρὰ σοὶ ἐκέλευσας
μένειν, ἤδη περίβλεπτος ἦν, ὅτι μετὰ σοῦ ἄσιτος καὶ ἄποτος
διημέρευον. [7.5.54] νῦν οὖν εἰ μὲν ἔσται πῃ ὅπως οἱ πλείστου
ἄξιοι γεγενημένοι πλεῖστόν σου μέρος μεθέξομεν· εἰ δὲ μή,
πάλιν αὖ ἐγὼ ἐθέλω παρὰ σοῦ ἐξαγγέλλειν ἀπιέναι πάντας
ἀπὸ σοῦ πλὴν ἡμῶν τῶν ἐξ ἀρχῆς φίλων.
|