Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 7.2.15–7.2.25

Ο Κροίσος κατανοεί πλέον παλαιότερο χρησμό του Απόλλωνα
Στο πρώτο κεφάλαιο του έβδομου βιβλίου περιγράφεται αναλυτικά η αποφασιστική μάχη με τους Ασσυρίους και τους συμμάχους τους (βλ. και ΞΕΝ ΚΠαιδ 3.3.43–3.3.55) και η νίκη του στρατεύματος του Κύρου. Στη συνέχεια ο περσικός στρατός κατευθύνθηκε προς την πρωτεύουσα της Λυδίας, τις Σάρδεις, όπου είχε καταφύγει ο βασιλιάς της Λυδίας και σύμμαχος των Ασσυρίων Κροίσος, και τις κατέλαβε. Στη συνάντηση Κύρου–Κροίσου, εκτός από τη συμφωνία να μην λεηλατηθεί η πόλη, ο νικητής ζητά από τον ηττημένο να του λύσει κάποιες απορίες.

    [7.2.15] Τάδε δέ μοι πάντως, ἔφη, ὦ Κροῖσε, λέξον πῶς σοι ἀπο-
βέβηκε τὰ ἐκ τοῦ ἐν Δελφοῖς χρηστηρίου· σοὶ γὰρ δὴ
λέγεται πάνυ γε τεθεραπεῦσθαι ὁ Ἀπόλλων καί σε πάντα
ἐκείνῳ πειθόμενον πράττειν. [7.2.16] Ἐβουλόμην ἄν, ἔφη, ὦ Κῦρε,
οὕτως ἔχειν· νῦν δὲ πάντα τἀναντία εὐθὺς ἐξ ἀρχῆς πράττων
προσηνέχθην τῷ Ἀπόλλωνι. Πῶς δέ; ἔφη ὁ Κῦρος· δί-
δασκε· πάνυ γὰρ παράδοξα λέγεις. [7.2.17] Ὅτι πρῶτον μέν, ἔφη,
ἀμελήσας ἐρωτᾶν τὸν θεόν, εἴ τι ἐδεόμην, ἀπεπειρώμην
αὐτοῦ εἰ δύναιτο ἀληθεύειν. τοῦτο δ’, ἔφη, μὴ ὅτι θεός,
ἀλλὰ καὶ ἄνθρωποι καλοὶ κἀγαθοί, ἐπειδὰν γνῶσιν ἀπιστού-
μενοι, οὐ φιλοῦσι τοὺς ἀπιστοῦντας. [7.2.18] ἐπεὶ μέντοι ἔγνω καὶ
μάλ’ ἄτοπα ἐμοῦ ποιοῦντος, καίπερ πρόσω Δελφῶν ἀπέχον-
τος, οὕτω δὴ πέμπω περὶ παίδων. [7.2.19] ὁ δέ μοι τὸ μὲν πρῶτον
οὐδ’ ἀπεκρίνατο· ἐπεὶ δ’ ἐγὼ πολλὰ μὲν πέμπων ἀναθήματα
χρυσᾶ, πολλὰ δ’ ἀργυρᾶ, πάμπολλα δὲ θύων ἐξιλασάμην
ποτὲ αὐτόν, ὡς ἐδόκουν, τότε δή μοι ἀποκρίνεται ἐρωτῶντι
τί ἄν μοι ποιήσαντι παῖδες γένοιντο· ὁ δὲ εἶπεν ὅτι ἔσοιντο.
καὶ ἐγένοντο μέν, οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐψεύσατο, [7.2.20] γενόμενοι
δὲ οὐδὲν ὤνησαν. ὁ μὲν γὰρ κωφὸς ὢν διετέλει, ὁ δὲ ἄρι-
στος γενόμενος ἐν ἀκμῇ τοῦ βίου ἀπώλετο. πιεζόμενος δὲ
ταῖς περὶ τοὺς παῖδας συμφοραῖς πάλιν πέμπω καὶ ἐπερωτῶ
τὸν θεὸν τί ἂν ποιῶν τὸν λοιπὸν βίον εὐδαιμονέστατα διατε-
λέσαιμι· ὁ δέ μοι ἀπεκρίνατο,

    Σαυτὸν γιγνώσκων εὐδαίμων, Κροῖσε, περάσεις.
ἐγὼ δ’ ἀκούσας τὴν μαντείαν ἥσθην· [7.2.21] ἐνόμιζον γὰρ τὸ ῥᾷστόν
μοι αὐτὸν προστάξαντα τὴν εὐδαιμονίαν διδόναι. ἄλλους μὲν
γὰρ γιγνώσκειν τοὺς μὲν οἷόν τ’ εἶναι τοὺς δ’ οὔ· ἑαυτὸν
δὲ ὅστις ἐστὶ πάντα τινὰ ἐνόμιζον ἄνθρωπον εἰδέναι. [7.2.22] καὶ
τὸν μετὰ ταῦτα δὴ χρόνον, ἕως μὲν εἶχον ἡσυχίαν, οὐδὲν
ἐνεκάλουν μετὰ τὸν τοῦ παιδὸς θάνατον ταῖς τύχαις· ἐπειδὴ
δὲ ἀνεπείσθην ὑπὸ τοῦ Ἀσσυρίου ἐφ’ ὑμᾶς στρατεύεσθαι,
εἰς πάντα κίνδυνον ἦλθον· ἐσώθην μέντοι οὐδὲν κακὸν λα-
βών. οὐκ αἰτιῶμαι δὲ οὐδὲ τάδε τὸν θεόν. ἐπεὶ γὰρ ἔγνων
ἐμαυτὸν μὴ ἱκανὸν ὑμῖν μάχεσθαι, ἀσφαλῶς σὺν τῷ θεῷ
ἀπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν ἐμοί. [7.2.23] νῦν δ’ αὖ πάλιν ὑπό
τε πλούτου τοῦ παρόντος διαθρυπτόμενος καὶ ὑπὸ τῶν δεο-
μένων μου προστάτην γενέσθαι καὶ ὑπὸ τῶν δώρων ὧν ἐδί-
δοσάν μοι καὶ ὑπ’ ἀνθρώπων, οἵ με κολακεύοντες ἔλεγον ὡς
εἰ ἐγὼ θέλοιμι ἄρχειν, πάντες ἂν ἐμοὶ πείθοιντο καὶ μέγι-
στος ἂν εἴην ἀνθρώπων, ὑπὸ τοιούτων δὲ λόγων ἀναφυσώ-
μενος, ὡς εἵλοντό με πάντες οἱ κύκλῳ βασιλεῖς προστάτην
τοῦ πολέμου, ὑπεδεξάμην τὴν στρατηγίαν, ὡς ἱκανὸς ὢν
μέγιστος γενέσθαι, [7.2.24] ἀγνοῶν ἄρα ἐμαυτόν, ὅτι σοὶ ἀντιπολε-
μεῖν ἱκανὸς ᾤμην εἶναι, πρῶτον μὲν ἐκ θεῶν γεγονότι, ἔπειτα
δὲ διὰ βασιλέων πεφυκότι, ἔπειτα δ’ ἐκ παιδὸς ἀρετὴν ἀσ-
κοῦντι· τῶν δ’ ἐμῶν προγόνων ἀκούω τὸν πρῶτον βασιλεύ-
σαντα ἅμα τε βασιλέα καὶ ἐλεύθερον γενέσθαι. ταῦτ’ οὖν
ἀγνοήσας δικαίως, ἔφη, ἔχω τὴν δίκην. [7.2.25] ἀλλὰ νῦν δή, ἔφη,
ὦ Κῦρε, γιγνώσκω μὲν ἐμαυτόν· σὺ δ’, ἔφη, ἔτι δοκεῖς
ἀληθεύειν τὸν Ἀπόλλω ὡς εὐδαίμων ἔσομαι γιγνώσκων
ἐμαυτόν; σὲ δὲ ἐρωτῶ διὰ τοῦτο ὅτι ἄριστ’ ἄν μοι δοκεῖς
εἰκάσαι τοῦτο ἐν τῷ παρόντι· καὶ γὰρ δύνασαι ποιῆσαι.