Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 5.5.41–5.5.48

Ο Κύρος ασκεί με ευσυνειδησία τα καθήκοντά του
Οι εξηγήσεις που έδωσε ο Κύρος για τις προθέσεις του απέναντι στον Κυαξάρη (βλ. ΞΕΝ ΚΠαιδ 5.5.10–5.5.19) ικανοποίησαν τον μήδο μονάρχη και οι δύο ηγέτες συμφιλιώθηκαν. Έφτασε η ώρα του δείπνου.

    [5.5.41] Ἐπεὶ δὲ δείπνου ὥρα ἦν, καλέσας ὁ Κυαξάρης ἠξίου
τὸν Κῦρον διὰ χρόνου ἰδόντα αὐτὸν συνδειπνεῖν. ὁ δὲ Κῦρος
ἔφη· Μὴ δὴ σὺ κέλευε, ὦ Κυαξάρη· ἢ οὐχ ὁρᾷς ὅτι οὗτοι
οἱ παρόντες ὑφ’ ἡμῶν πάντες ἐπαιρόμενοι πάρεισιν; οὔκουν
καλῶς ἂν πράττοιμι εἰ τούτων ἀμελῶν τὴν ἐμὴν ἡδονὴν
θεραπεύειν δοκοίην. ἀμελεῖσθαι δὲ δοκοῦντες στρατιῶται
οἱ μὲν ἀγαθοὶ πολὺ ἀθυμότεροι γίγνονται, οἱ δὲ πονηροὶ
πολὺ ὑβριστότεροι. [5.5.42] ἀλλὰ σὺ μέν, ἔφη, ἄλλως τε καὶ ὁδὸν
μακρὰν ἥκων δείπνει ἤδη· καὶ εἴ τινές σε τιμῶσιν, ἀντ-
ασπάζου καὶ εὐώχει αὐτούς, ἵνα σε καὶ θαρρήσωσιν· ἐγὼ δ’
ἀπιὼν ἐφ’ ἅπερ λέγω τρέψομαι. [5.5.43] αὔριον δ’, ἔφη, πρῲ δεῦρ’
ἐπὶ τὰς σὰς θύρας παρέσονται οἱ ἐπικαίριοι, ὅπως βουλευσώ-
μεθα πάντες σὺν σοὶ ὅ τι χρὴ ποιεῖν τὸ ἐκ τοῦδε. σὺ δ’
ἡμῖν ἔμβαλε <βουλὴν> παρὼν περὶ τούτου, πότερον ἔτι δοκεῖ
στρατεύεσθαι ἢ καιρὸς ἤδη διαλύειν τὴν στρατιάν. [5.5.44] ἐκ
τούτου ὁ μὲν Κυαξάρης ἀμφὶ δεῖπνον εἶχεν, ὁ δὲ Κῦρος
συλλέξας τοὺς ἱκανωτάτους τῶν φίλων καὶ φρονεῖν καὶ
συμπράττειν, εἴ τι δέοι, ἔλεξε τοιάδε.

    Ἄνδρες φίλοι, ἃ μὲν δὴ πρῶτα ηὐξάμεθα, πάρεστι σὺν
θεοῖς. ὅπῃ γὰρ ἂν πορευώμεθα, κρατοῦμεν τῆς χώρας· καὶ
μὲν δὴ τοὺς πολεμίους ὁρῶμεν μειουμένους, ἡμᾶς δὲ αὐτοὺς
πλείονάς τε καὶ ἰσχυροτέρους γιγνομένους. [5.5.45] εἰ δὲ ἡμῖν ἔτι
ἐθελήσειαν οἱ νῦν προσγεγενημένοι σύμμαχοι παραμεῖναι,
πολλῷ ἂν μᾶλλον ἀνύσαι δυναίμεθα καὶ εἴ τι βιάσασθαι
καιρὸς καὶ εἴ τι πεῖσαι δέοι. ὅπως οὖν τὸ μένειν ὡς πλεί-
στοις συνδοκῇ τῶν συμμάχων, οὐδὲν μᾶλλον τοῦτο ἐμὸν
ἔργον ἢ καὶ ὑμέτερον μηχανᾶσθαι, [5.5.46] ἀλλ’ ὥσπερ ὅταν μάχε-
σθαι δέῃ, ὁ πλείστους χειρωσάμενος ἀλκιμώτατος δοξάζεται
εἶναι, οὕτω καὶ ὅταν πεῖσαι δέῃ, ὁ πλείστους ὁμογνώμονας
ἡμῖν ποιήσας οὗτος δικαίως ἂν λεκτικώτατός τε καὶ πρα-
κτικώτατος κρίνοιτο ἂν εἶναι. [5.5.47] μὴ μέντοι ὡς λόγον ἡμῖν
ἐπιδειξόμενοι οἷον ἂν εἴποιτε πρὸς ἕκαστον αὐτῶν τοῦτο
μελετᾶτε, ἀλλ’ ὡς τοὺς πεπεισμένους ὑφ’ ἑκάστου δήλους
ἐσομένους οἷς ἂν πράττωσιν οὕτω παρασκευάζεσθε. [5.5.48] καὶ
ὑμεῖς μέν, ἔφη, τούτων ἐπιμελεῖσθε· ἐγὼ δὲ ὅπως ἂν
ἔχοντες τὰ ἐπιτήδεια ὅσον ἂν ἔγωγε δύνωμαι οἱ στρατιῶ-
ται περὶ τοῦ στρατεύεσθαι βουλεύωνται τούτου πειράσομαι
ἐπιμελεῖσθαι.