ἐπισχὼν δὲ μικρὸν ἔλεξε τοιάδε ὁ Κῦρος.
Ἀλλὰ ταῦτα μέν, ὦ Κυαξάρη, οὔτε λέγεις ἀληθῆ οὔτε
ὀρθῶς γιγνώσκεις, εἰ οἴει τῇ ἐμῇ παρουσίᾳ Μήδους κατε-
σκευάσθαι ὥστε ἱκανοὺς εἶναι σὲ κακῶς ποιεῖν· [5.5.11] τὸ μέντοι σε
θυμοῦσθαι καὶ φοβεῖσθαι οὐ θαυμάζω. εἰ μέντοι γε δικαίως
ἢ ἀδίκως αὐτοῖς χαλεπαίνεις, παρήσω τοῦτο· οἶδα γὰρ ὅτι
βαρέως ἂν φέροις ἀκούων ἐμοῦ ἀπολογουμένου ὑπὲρ αὐτῶν·
τὸ μέντοι ἄνδρα ἄρχοντα πᾶσιν ἅμα χαλεπαίνειν τοῖς ἀρχο-
μένοις, τοῦτο ἐμοὶ δοκεῖ μέγα ἁμάρτημα εἶναι. ἀνάγκη γὰρ
διὰ τὸ πολλοὺς μὲν φοβεῖν πολλοὺς ἐχθροὺς ποιεῖσθαι, διὰ
δὲ τὸ πᾶσιν ἅμα χαλεπαίνειν πᾶσιν αὐτοῖς ὁμόνοιαν ἐμβάλ-
λειν. [5.5.12] ὧν ἕνεκα, εὖ ἴσθι, ἐγὼ οὐκ ἀπέπεμπον ἄνευ ἐμαυτοῦ
τούτους, φοβούμενος μή τι γένοιτο διὰ τὴν σὴν ὀργὴν ὅ τι
πάντας ἡμᾶς λυπήσοι. ταῦτα μὲν οὖν σὺν τοῖς θεοῖς ἐμοῦ
παρόντος ἀσφαλῶς ἔχει σοι· τὸ μέντοι σε νομίζειν ὑπ’ ἐμοῦ
ἀδικεῖσθαι, τοῦτο ἐγὼ πάνυ χαλεπῶς φέρω, εἰ ἀσκῶν ὅσον
δύναμαι τοὺς φίλους ὡς πλεῖστα ἀγαθὰ ποιεῖν ἔπειτα τἀναντία
τούτου δοκῶ ἐξεργάζεσθαι. [5.5.13] ἀλλὰ γάρ, ἔφη, μὴ οὕτως εἰκῇ
ἡμᾶς αὐτοὺς αἰτιώμεθα· ἀλλ’, εἰ δυνατόν, σαφέστατα κατί-
δωμεν ποῖόν ἐστι τὸ παρ’ ἐμοῦ ἀδίκημα. καὶ τὴν ἐν φίλοις
δικαιοτάτην ὑπόθεσιν ἔχω ὑποτιθέναι· ἐὰν γάρ τί σε φανῶ
κακὸν πεποιηκώς, ὁμολογῶ ἀδικεῖν· ἐὰν μέντοι μηδὲν φαίνω-
μαι κακὸν πεποιηκὼς μηδὲ βουληθείς, οὐ καὶ σὺ αὖ ὁμολο-
γήσεις μηδὲν ὑπ’ ἐμοῦ ἀδικεῖσθαι; Ἀλλ’ ἀνάγκη, ἔφη. [5.5.14] Ἐὰν
δὲ δὴ καὶ ἀγαθὰ πεπραχώς σοι δῆλος ὦ καὶ προθυμούμενος
πρᾶξαι ὡς ἐγὼ πλεῖστα ἐδυνάμην, οὐκ ἂν καὶ ἐπαίνου σοι
ἄξιος εἴην μᾶλλον ἢ μέμψεως; Δίκαιον γοῦν, ἔφη. [5.5.15] Ἄγε
τοίνυν, ἔφη ὁ Κῦρος, σκοπῶμεν τὰ ἐμοὶ πεπραγμένα πάντα
καθ’ ἓν ἕκαστον· οὕτω γὰρ μάλιστα δῆλον ἔσται ὅ τι τε αὐτῶν
ἀγαθόν ἐστι καὶ ὅ τι κακόν. [5.5.16] ἀρξώμεθα δ’, ἔφη, ἐκ τῆσδε
τῆς ἀρχῆς, εἰ καὶ σοὶ ἀρκούντως δοκεῖ ἔχειν. σὺ γὰρ
δήπου ἐπεὶ ᾔσθου πολλοὺς πολεμίους ἡθροισμένους, καὶ
τούτους ἐπὶ σὲ καὶ τὴν σὴν χώραν ὁρμωμένους, εὐθὺς
ἔπεμπες πρός τε τὸ Περσῶν κοινὸν συμμάχους αἰτούμενος
καὶ πρὸς ἐμὲ ἰδίᾳ δεόμενος πειρᾶσθαι αὐτὸν ἐμὲ ἐλθεῖν ἡγού-
μενον, εἴ τινες Περσῶν ἴοιεν. οὔκουν ἐγὼ ἐπείσθην τε
ταῦτα ὑπὸ σοῦ καὶ παρεγενόμην ἄνδρας ἄγων σοι ὡς ἦν δυνα-
τὸν πλείστους τε καὶ ἀρίστους; [5.5.17] Ἦλθες γὰρ οὖν, ἔφη. Ἐν
τούτῳ τοίνυν, ἔφη, πρῶτόν μοι εἰπὲ πότερον ἀδικίαν τινά
μου πρὸς σὲ κατέγνως ἢ μᾶλλον εὐεργεσίαν; Δῆλον, ἔφη
ὁ Κυαξάρης, ὅτι ἔκ γε τούτων εὐεργεσίαν. [5.5.18] Τί γάρ, ἔφη,
ἐπεὶ οἱ πολέμιοι ἦλθον καὶ διαγωνίζεσθαι ἔδει πρὸς αὐτούς,
ἐν τούτῳ κατενόησάς πού με ἢ πόνου ἀποστάντα ἤ τινος
κινδύνου φεισάμενον; Οὐ μὰ τὸν Δί’, ἔφη, οὐ μὲν δή. [5.5.19] Τί
γάρ, ἐπεὶ νίκης γενομένης σὺν τοῖς θεοῖς ἡμετέρας καὶ ἀνα-
χωρησάντων τῶν πολεμίων παρεκάλουν ἐγώ σε ὅπως κοινῇ
μὲν αὐτοὺς διώκοιμεν, κοινῇ δὲ τιμωροίμεθα, κοινῇ δὲ εἴ τι
καλὸν κἀγαθὸν συμβαίνοι, τοῦτο καρποίμεθα, ἐν τούτοις
ἔχεις τινά μου πλεονεξίαν κατηγορῆσαι;
|