[5.2.31] Καὶ ὁ Κῦρος ἀκούσας τοῦ Γωβρύα τοιαῦτα τοιάδε πρὸς
αὐτὸν ἔλεξε. Καλῶς μοι δοκεῖς λέγειν, ὦ Γωβρύα, κελεύων
ὡς ἀσφαλέστατα τὰς πορείας ποιεῖσθαι. ἔγωγ’ οὖν σκοπῶν
οὐ δύναμαι ἐννοῆσαι ἀσφαλεστέραν οὐδεμίαν πορείαν ἡμῖν
τῆς πρὸς αὐτὴν Βαβυλῶνα εἶναι, εἰ ἐκεῖ τῶν πολεμίων ἐστὶ
τὸ κράτιστον. πολλοὶ μὲν γάρ εἰσιν, ὡς σὺ φῄς· εἰ δὲ
θαρρήσουσι, καὶ δεινοὶ ἡμῖν, ὡς ἐγώ φημι, ἔσονται. [5.2.32] μὴ
ὁρῶντες μὲν οὖν ἡμᾶς, ἀλλ’ οἰόμενοι ἀφανεῖς εἶναι διὰ
τὸ φοβεῖσθαι ἐκείνους, σάφ’ ἴσθι, ἔφη, ὅτι τοῦ μὲν φόβου
ἀπαλλάξονται ὃς αὐτοῖς ἐνεγένετο, θάρρος δ’ ἐμφύσεται ἀντὶ
τούτου τοσούτῳ μεῖζον ὅσῳ ἂν πλείονα χρόνον ἡμᾶς μὴ
ὁρῶσιν· ἢν δὲ ἤδη ἴωμεν ἐπ’ αὐτούς, πολλοὺς μὲν αὐτῶν
εὑρήσομεν ἔτι κλαίοντας τοὺς ἀποθανόντας ὑφ’ ἡμῶν, πολλοὺς
δ’ ἔτι τραύματα ἐπιδεδεμένους ἃ ὑπὸ τῶν ἡμετέρων ἔλαβον,
πάντας δ’ ἔτι μεμνημένους τῆς μὲν τοῦδε τοῦ στρατεύματος
τόλμης, τῆς δ’ αὑτῶν φυγῆς τε καὶ συμφορᾶς. [5.2.33] εὖ δ’ ἴσθι,
ἔφη, ὦ Γωβρύα, [ἵνα καὶ τοῦτ’ εἰδῇς,] οἱ πολλοὶ ἄνθρωποι,
ὅταν μὲν θαρρῶσιν, ἀνυπόστατον τὸ φρόνημα παρέχονται·
ὅταν δὲ δείσωσιν, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ μείζω καὶ
ἐκπεπληγμένον μᾶλλον τὸν φόβον κέκτηνται. [5.2.34] ἐκ πολλῶν
μὲν γὰρ καὶ κακῶν λόγων ηὐξημένος αὐτοῖς πάρεστιν[, ἐκ
πολλῶν δὲ καὶ πονηρῶν χρωμάτων], ἐκ πολλῶν δὲ καὶ
δυσθύμων τε καὶ ἐξεστηκότων προσώπων ἥθροισται. ὥσθ’
ὑπὸ τοῦ μεγέθους οὐ ῥᾴδιον αὐτόν ἐστιν οὔτε λόγοις κατα-
σβέσαι οὔτε προσάγοντα πολεμίοις μένος ἐμβαλεῖν οὔτε ἀπά-
γοντα ἀναθρέψαι τὸ φρόνημα, ἀλλ’ ὅσῳ ἂν μᾶλλον αὐτοῖς
θαρρεῖν παρακελεύῃ, τοσούτῳ ἐν δεινοτέροις ἡγοῦνται εἶναι.
[5.2.35] ἐκεῖνο μέντοι νὴ Δί’, ἔφη, σκεψώμεθα ἀκριβῶς ὅπως ἔχει.
εἰ μὲν γὰρ τὸ ἀπὸ τοῦδε αἱ νῖκαι ἔσονται ἐν τοῖς πολε-
μικοῖς ἔργοις ὁπότεροι ἂν πλείονα ὄχλον ἀπαριθμήσωσιν,
ὀρθῶς καὶ σὺ φοβῇ περὶ ἡμῶν καὶ ἡμεῖς τῷ ὄντι ἐν δεινοῖς
ἐσμεν· εἰ μέντοι ὥσπερ πρόσθεν διὰ τοὺς εὖ μαχομένους ἔτι
καὶ νῦν αἱ μάχαι κρίνονται, θαρρῶν οὐδὲν ἂν σφαλείης· πολὺ
μὲν γὰρ σὺν τοῖς θεοῖς πλείονας εὑρήσεις παρ’ ἡμῖν τοὺς
θέλοντας μάχεσθαι ἢ παρ’ ἐκείνοις· [5.2.36] ὡς δ’ ἔτι μᾶλλον θαρρῇς,
καὶ τόδε κατανόησον· οἱ μὲν γὰρ πολέμιοι πολὺ μὲν ἐλάττονές
εἰσι νῦν ἢ πρὶν ἡττηθῆναι ὑφ’ ἡμῶν, πολὺ δ’ ἐλάττονες ἢ
ὅτε ἀπέδρασαν ἡμᾶς· ἡμεῖς δὲ καὶ μείζονες νῦν, ἐπεὶ νενική-
καμεν, καὶ ἰσχυρότεροι, ἐπεὶ ὑμεῖς ἡμῖν προσγεγένησθε· μὴ
γὰρ ἔτι ἀτίμαζε μηδὲ τοὺς σούς, ἐπεὶ σὺν ἡμῖν εἰσι· σὺν γὰρ
τοῖς νικῶσι, σάφ’ ἴσθι, ὦ Γωβρύα, θαρροῦντες καὶ οἱ ἀκό-
λουθοι ἕπονται. [5.2.37] μὴ λανθανέτω δέ σε μηδὲ τοῦτο, ἔφη, ὅτι
ἔξεστι μὲν τοῖς πολεμίοις καὶ νῦν ἰδεῖν ἡμᾶς· γοργότεροι δέ,
σάφ’ ἴσθι, οὐδαμῶς ἂν αὐτοῖς φανείημεν ἢ ἰόντες ἐπ’ ἐκεί-
νους. ὡς οὖν ἐμοῦ ταῦτα γιγνώσκοντος ἄγε ἡμᾶς εὐθὺ [τὴν
ἐπὶ] Βαβυλῶνος.
|