Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 4.4.9–4.4.13

Προτάσεις προς τους αιχμάλωτους Ασσυρίους
Ασσύριοι στρατιώτες οδηγήθηκαν αιχμάλωτοι μπροστά στον Κύρο (βλ. και ΞΕΝ ΚΠαιδ 4.2.38–4.2.47) και αυτός θεώρησε ότι η απελευθέρωσή τους θα έκανε τους συμπατριώτες τους να πάψουν να δυσπιστούν για τις προθέσεις των Περσών και των Μήδων.

οὕτω δὴ ὁ Κῦρος καλέ-
σας τοὺς αἰχμαλώτους λέγει τοιάδε· [4.4.10] Ἄνδρες, ἔφη, νῦν τε
ὅτι ἐπείθεσθε τὰς ψυχὰς περιεποιήσασθε, τοῦ τε λοιποῦ,
ἢν οὕτω ποιῆτε, οὐδ’ ὁτιοῦν καινὸν ἔσται ὑμῖν ἀλλ’ ἢ οὐχ
ὁ αὐτὸς ἄρξει ὑμῶν ὅσπερ καὶ πρότερον· οἰκήσετε δὲ τὰς
αὐτὰς οἰκίας καὶ χώραν τὴν αὐτὴν ἐργάσεσθε καὶ γυναιξὶ
ταῖς αὐταῖς συνοικήσετε καὶ παίδων τῶν ὑμετέρων ἄρξετε
ὥσπερ νῦν· ἡμῖν μέντοι οὐ μαχεῖσθε οὐδὲ ἄλλῳ οὐδενί·
[4.4.11] ἡνίκα δ’ ἄν τις ὑμᾶς ἀδικῇ, ἡμεῖς ὑπὲρ ὑμῶν μαχούμεθα.
ὅπως δὲ μηδ’ ἐπαγγέλλῃ μηδεὶς ὑμῖν στρατεύειν, τὰ ὅπλα
πρὸς ἡμᾶς κομίσατε· καὶ τοῖς μὲν κομίζουσιν ἔσται εἰρήνη
καὶ ἃ λέγομεν ἀδόλως· ὁπόσοι δ’ ἂν τὰ πολεμικὰ μὴ ἀπο-
φέρωσιν ὅπλα, ἐπὶ τούτους ἡμεῖς καὶ δὴ στρατευσόμεθα.
[4.4.12] ἐὰν δέ τις ὑμῶν καὶ ἰὼν ὡς ἡμᾶς εὐνοϊκῶς καὶ πράττων τι
καὶ διδάσκων φαίνηται, τοῦτον ἡμεῖς ὡς εὐεργέτην καὶ
φίλον, οὐχ ὡς δοῦλον περιέψομεν. ταῦτ’ οὖν, ἔφη, αὐτοί
τε ἴστε καὶ τοῖς ἄλλοις διαγγέλλετε. [4.4.13] ἢν δ’ ἄρα, ἔφη, ὑμῶν
βουλομένων ταῦτα μὴ πείθωνταί τινες, ἐπὶ τούτους ἡμᾶς
ἄγετε, ὅπως ὑμεῖς ἐκείνων, μὴ ἐκεῖνοι ὑμῶν ἄρχωσιν. ὁ
μὲν δὴ ταῦτ’ εἶπεν· οἱ δὲ προσεκύνουν τε καὶ ὑπισχνοῦντο
ταῦτα ποιήσειν.