Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 4.2.38–4.2.47

Ο Κύρος προτείνει αυτοσυγκράτηση και συμπεριφορά που δεν θα προκαλέσει τους συμμάχους
Πέρσες και Μήδοι επιτέθηκαν με επιτυχία εναντίον των Ασσυρίων (βλ. και ΞΕΝ ΚΠαιδ 3.3.43–3.3.55), οι οποίοι, εξαιτίας και του θανάτου του βασιλιά τους, εγκατέλειψαν τη νύχτα το στρατόπεδό τους και τράπηκαν σε φυγή. Παράλληλα, οι Υρκάνιοι αυτομόλησαν και προστέθηκαν στο στράτευμα των Μήδων. Ο Κύρος τούς καταδίωξε και αυτοί εγκατέλειψαν για μια ακόμη φορά το στρατόπεδό τους. Τότε ο ηγέτης των Περσών συγκέντρωσε όσους ήταν υπεύθυνοι για την τροφοδοσία και σίτιση του εχθρικού στρατού και τους διέταξε να φροντίσουν για το γεύμα του στρατεύματος.

[4.2.38] οἱ μὲν δὴ ταῦτ’ ἀκούσαντες
πολλῇ σπουδῇ τὰ παρηγγελμένα ἔπραττον· ὁ δὲ συγκαλέσας
τοὺς ταξιάρχους ἔλεγε τοιάδε· Ἄνδρες φίλοι, γιγνώσκο-
μεν ὅτι νῦν ἔξεστιν ἡμῖν προτέροις τῶν ἀπόντων συμμάχων
ἀρίστου τυχεῖν καὶ τοῖς μάλιστα ἐσπουδασμένοις σίτοις καὶ
ποτοῖς χρῆσθαι· ἀλλ’ οὔ μοι δοκεῖ τοῦτ’ ἂν τὸ ἄριστον πλέον
ὠφελῆσαι ἡμᾶς ἢ τὸ τῶν συμμάχων ἐπιμελεῖς φανῆναι, οὐδ’
ἂν αὕτη ἡ εὐωχία ἰσχυροτέρους τοσοῦτον ποιῆσαι ὅσον εἰ
δυναίμεθα τοὺς συμμάχους προθύμους ποιεῖσθαι. [4.2.39] εἰ δὲ τῶν
νυνὶ διωκόντων καὶ κατακαινόντων τοὺς ἡμετέρους πολεμίους
καὶ μαχομένων, εἴ τις ἐναντιοῦται, τούτων δόξομεν οὕτως
ἀμελεῖν ὥστε καὶ πρὶν εἰδέναι πῶς πράττουσιν ἠριστηκότες
φαίνεσθαι, ὅπως μὴ αἰσχροὶ μὲν φανούμεθα, ἀσθενεῖς δ’
ἐσόμεθα συμμάχων ἀποροῦντες. τὸ δὲ τῶν κινδυνευόντων
καὶ πονούντων ἐπιμεληθῆναι ὅπως εἰσιόντες τὰ ἐπιτήδεια
ἕξουσιν, αὕτη ἂν ἡμᾶς ἡ θοίνη πλείω εὐφράνειεν, ὡς ἐγώ
φημι, ἢ τὸ παραχρῆμα τῇ γαστρὶ χαρίσασθαι. [4.2.40] ἐννοήσατε
δ’, ἔφη, ὡς εἰ μηδ’ ἐκείνους αἰσχυντέον ἦν, οὐδ’ ὣς ἡμῖν νῦν
προσῆκεν οὔτε πλησμονῆς πω οὔτε μέθης· οὐ γάρ πω δια-
πέπρακται ἡμῖν ἃ βουλόμεθα, ἀλλ’ αὐτὰ πάντα νῦν ἀκμάζει
ἐπιμελείας δεόμενα. ἔχομεν γὰρ ἐν τῷ στρατοπέδῳ πολε-
μίους πολλαπλασίους ἡμῶν αὐτῶν, καὶ τούτους λελυμένους·
οὓς καὶ φυλάττεσθαι ἔτι προσήκει καὶ φυλάττειν, ὅπως ὦσι
καὶ οἱ ποιήσοντες ἡμῖν τὰ ἐπιτήδεια· ἔτι δ’ οἱ ἱππεῖς ἡμῖν
ἄπεισι, φροντίδα παρέχοντες ποῦ εἰσι· κἂν ἔλθωσιν, εἰ
παραμενοῦσιν. [4.2.41] ὥστ’, ὦ ἄνδρες, νῦν μοι δοκεῖ τοιοῦτον σῖτον
ἡμᾶς προσφέρεσθαι δεῖν καὶ τοιοῦτον ποτὸν ὁποῖον ἄν τις
οἴεται μάλιστα σύμφορον εἶναι πρὸς τὸ μήτε ὕπνου μήτε
ἀφροσύνης ἐμπίμπλασθαι. [4.2.42] ἔτι δὲ καὶ χρήματα πολλά ἐστιν
ἐν τῷ στρατοπέδῳ, ὧν οὐκ ἀγνοῶ ὅτι δυνατὸν ἡμῖν κοινῶν
ὄντων τοῖς συγκατειληφόσι νοσφίσασθαι ὁπόσα ἂν βουλώ-
μεθα· ἀλλ’ οὔ μοι δοκεῖ τὸ λαβεῖν κερδαλεώτερον εἶναι τοῦ
δικαίους φαινομένους ἐκείνοις τούτῳ πρίασθαι ἔτι μᾶλλον
αὐτοὺς ἢ νῦν ἀσπάζεσθαι ἡμᾶς. [4.2.43] δοκεῖ δέ μοι, ἔφη, καὶ τὸ
νεῖμαι τὰ χρήματα, ἐπειδὰν ἔλθωσι, Μήδοις καὶ Ὑρκανίοις
καὶ Τιγράνῃ ἐπιτρέψαι· καὶ ἤν τι μεῖον ἡμῖν δάσωνται,
κέρδος ἡγεῖσθαι· διὰ γὰρ τὰ κέρδη ἥδιον ἡμῖν παραμενοῦσι.
[4.2.44] τὸ μὲν γὰρ νῦν πλεονεκτῆσαι ὀλιγοχρόνιον ἂν τὸν πλοῦτον
ἡμῖν παράσχοι· τὸ δὲ ταῦτα προεμένους ἐκεῖνα κτήσασθαι
ὅθεν ὁ πλοῦτος φύεται, τοῦτο, ὡς ἐγὼ δοκῶ, ἀεναώτερον ἡμῖν
δύναιτ’ ἂν τὸν ὄλβον καὶ πᾶσι τοῖς ἡμετέροις παρέχειν. [4.2.45] οἶμαι
δ’, ἔφη, καὶ οἴκοι ἡμᾶς τούτου ἕνεκα ἀσκεῖν καὶ γαστρὸς
κρείττους εἶναι καὶ κερδέων ἀκαίρων, ἵν’, εἴ ποτε δέοι,
δυναίμεθα αὐτοῖς συμφόρως χρῆσθαι· ποῦ δ’ ἂν ἐν μείζοσι
τῶν νῦν παρόντων ἐπιδειξαίμεθ’ ἂν τὴν παιδείαν ἐγὼ μὲν
οὐχ ὁρῶ. [4.2.46] ὁ μὲν οὕτως εἶπε. συνεῖπε δ’ αὐτῷ Ὑστάσπας
ἀνὴρ Πέρσης τῶν ὁμοτίμων ὧδε· Δεινὸν γάρ τἂν εἴη, ὦ
Κῦρε, εἰ ἐν θήρᾳ μὲν πολλάκις ἄσιτοι καρτεροῦμεν, ὅπως
θηρίον τι ὑποχείριον ποιησώμεθα καὶ μάλα μικροῦ ἴσως
ἄξιον· ὄλβον δὲ ὅλον πειρώμενοι θηρᾶν εἰ ἐμποδών τι ποιη-
σαίμεθα γενέσθαι ἡμῖν ἃ τῶν μὲν κακῶν ἀνθρώπων ἄρχει,
τοῖς δ’ ἀγαθοῖς πείθεται, οὐκ ἂν πρέποντα ἡμῖν δοκοῦμεν
ποιεῖν. [4.2.47] ὁ μὲν οὖν Ὑστάσπας οὕτως εἶπεν· οἱ δ’ ἄλλοι
πάντες ταῦτα συνῄνουν. ὁ δὲ Κῦρος εἶπεν· Ἄγε δή, ἔφη,
ἐπειδὴ ὁμονοοῦμεν ταῦτα, πέμψατε ἀπὸ λόχου ἕκαστος πέντε
ἄνδρας τῶν σπουδαιοτάτων· οὗτοι δὲ περιιόντες, οὓς μὲν ἂν
ὁρῶσι πορσύνοντας τὰ ἐπιτήδεια, ἐπαινούντων· οὓς δ’ ἂν
ἀμελοῦντας, κολαζόντων ἀφειδέστερον ἢ ὡς δεσπόται. οὗτοι
μὲν δὴ ταῦτα ἐποίουν.