[3.3.43] οἱ μὲν δὴ ἀμφὶ Κῦρον
ἐν τούτοις ἦσαν· οἱ δὲ Ἀσσύριοι καὶ δὴ ἠριστηκότες ἐξῇσάν
τε θρασέως καὶ παρετάττοντο ἐρρωμένως. παρέταττε δὲ
αὐτοὺς αὐτὸς ὁ βασιλεὺς ἐφ’ ἅρματος παρελαύνων καὶ τοιάδε
παρεκελεύετο.
[3.3.44] Ἄνδρες Ἀσσύριοι, νῦν δεῖ ἄνδρας ἀγαθοὺς εἶναι· νῦν
γὰρ ὑπὲρ ψυχῶν τῶν ὑμετέρων ἁγὼν καὶ ὑπὲρ γῆς ἐν ᾗ
ἔφυτε καὶ [περὶ] οἴκων ἐν οἷς ἐτράφητε, καὶ ὑπὲρ γυναικῶν
τε καὶ τέκνων καὶ περὶ πάντων ὧν πέπασθε ἀγαθῶν. νική-
σαντες μὲν γὰρ ἁπάντων τούτων ὑμεῖς ὥσπερ πρόσθεν
κύριοι ἔσεσθε· εἰ δ’ ἡττηθήσεσθε, εὖ ἴστε ὅτι παραδώσετε
ταῦτα πάντα τοῖς πολεμίοις. [3.3.45] ἅτε οὖν νίκης ἐρῶντες
μένοντες μάχεσθε. μῶρον γὰρ τὸ κρατεῖν βουλομένους τὰ
τυφλὰ τοῦ σώματος καὶ ἄοπλα καὶ ἄχειρα ταῦτα ἐναντία
τάττειν τοῖς πολεμίοις φεύγοντας· μῶρος δὲ καὶ εἴ τις ζῆν
βουλόμενος φεύγειν ἐπιχειροίη, εἰδὼς ὅτι οἱ μὲν νικῶντες
σῴζονται, οἱ δὲ φεύγοντες ἀποθνῄσκουσι μᾶλλον τῶν μενόν-
των· μῶρος δὲ καὶ εἴ τις χρημάτων ἐπιθυμῶν ἧτταν προσίε-
ται. τίς γὰρ οὐκ οἶδεν ὅτι οἱ μὲν νικῶντες τά τε ἑαυτῶν
σῴζουσι καὶ τὰ τῶν ἡττωμένων προσλαμβάνουσιν, οἱ δὲ
ἡττώμενοι ἅμα ἑαυτούς τε καὶ τὰ ἑαυτῶν πάντα ἀποβάλ-
λουσιν; ὁ μὲν δὴ Ἀσσύριος ἐν τούτοις ἦν.
[3.3.46] Ὁ δὲ Κυαξάρης πέμπων πρὸς τὸν Κῦρον ἔλεγεν ὅτι ἤδη
καιρὸς εἴη ἄγειν ἐπὶ τοὺς πολεμίους· εἰ γὰρ νῦν, ἔφη, ἔτι
ὀλίγοι εἰσὶν οἱ ἔξω τοῦ ἐρύματος, ἐν ᾧ ἂν προσίωμεν πολλοὶ
ἔσονται· μὴ οὖν ἀναμείνωμεν ἕως ἂν πλείους ἡμῶν γένων-
ται. ἀλλ’ ἴωμεν ἕως ἔτι οἰόμεθα εὐπετῶς ἂν αὐτῶν
κρατῆσαι. ὁ δ’ αὖ Κῦρος ἀπεκρίνατο· [3.3.47] Ὦ Κυαξάρη, εἰ μὴ
ὑπὲρ ἥμισυ αὐτῶν ἔσονται οἱ ἡττηθέντες, εὖ ἴσθι ὅτι ἡμᾶς
μὲν ἐροῦσι φοβουμένους τὸ πλῆθος τοῖς ὀλίγοις ἐπιχειρῆσαι,
αὐτοὶ δὲ οὐ νομιοῦσιν ἡττῆσθαι, ἀλλ’ ἄλλης σοι μάχης
δεήσει, ἐν ᾗ ἄμεινον ἂν ἴσως βουλεύσαιντο ἢ νῦν βεβού-
λευνται, παραδόντες ἑαυτοὺς ἡμῖν ταμιεύεσθαι ὥσθ’ ὁπόσοις
ἂν βουλώμεθα αὐτῶν μάχεσθαι. [3.3.48] οἱ μὲν δὴ ἄγγελοι ταῦτ’
ἀκούσαντες ᾤχοντο.
Ἐν τούτῳ δὲ ἧκε Χρυσάντας ὁ Πέρσης καὶ ἄλλοι τινὲς
τῶν ὁμοτίμων αὐτομόλους ἄγοντες. καὶ ὁ Κῦρος ὥσπερ
εἰκὸς ἠρώτα τοὺς αὐτομόλους τὰ ἐκ τῶν πολεμίων. οἱ δ’
ἔλεγον ὅτι ἐξίοιέν τε ἤδη σὺν τοῖς ὅπλοις καὶ παρατάττοι
αὐτοὺς αὐτὸς ὁ βασιλεὺς ἔξω ὢν καὶ παρακελεύοιτο μὲν δὴ
τοῖς αἰεὶ ἔξω οὖσι πολλά τε καὶ ἰσχυρά, ὡς ἔφασαν λέγειν
τοὺς ἀκούοντας. [3.3.49] ἔνθα δὴ ὁ Χρυσάντας εἶπε· Τί δ’, ἔφη,
ὦ Κῦρε, εἰ καὶ σὺ συγκαλέσας ἕως ἔτι ἔξεστι παρακελεύ-
σαιο, εἰ ἄρα τι καὶ σὺ ἀμείνους ποιήσαις τοὺς στρατιώτας;
καὶ ὁ Κῦρος εἶπεν· [3.3.50] Ὦ Χρυσάντα, μηδέν σε λυπούντων αἱ
τοῦ Ἀσσυρίου παρακελεύσεις· οὐδεμία γάρ ἐστιν οὕτω καλὴ
παραίνεσις ἥτις τοὺς μὴ ὄντας ἀγαθοὺς αὐθημερὸν ἀκού-
σαντας ἀγαθοὺς ποιήσει· οὐκ ἂν οὖν τοξότας γε, εἰ μὴ
ἔμπροσθεν τοῦτο μεμελετηκότες εἶεν, οὐδὲ μὴν ἀκοντιστάς,
οὐδὲ μὴν ἱππέας, ἀλλ’ οὐδὲ μὴν τά γε σώματα ἱκανοὺς
πονεῖν, ἢν μὴ πρόσθεν ἠσκηκότες ὦσι. [3.3.51] καὶ ὁ Χρυσάντας
εἶπεν· Ἀλλ’ ἀρκεῖ τοι, ὦ Κῦρε, ἢν τὰς ψυχὰς αὐτῶν ἀμεί-
νονας παρακελευσάμενος ποιήσῃς. Ἦ καὶ δύναιτ’ ἄν, ἔφη
ὁ Κῦρος, εἷς λόγος ῥηθεὶς αὐθημερὸν αἰδοῦς μὲν ἐμπλῆσαι
τὰς ψυχὰς τῶν ἀκουόντων, ἢ ἀπὸ τῶν αἰσχρῶν κωλῦσαι,
προτρέψαι δὲ ὡς χρὴ ἐπαίνου μὲν ἕνεκα πάντα μὲν πόνον,
πάντα δὲ κίνδυνον ὑποδύεσθαι, λαβεῖν δ’ ἐν ταῖς γνώμαις
βεβαίως τοῦτο ὡς αἱρετώτερόν ἐστι μαχομένους ἀποθνῄσκειν
μᾶλλον ἢ φεύγοντας σῴζεσθαι; [3.3.52] ἆρ’ οὐκ, ἔφη, εἰ μέλλουσι
τοιαῦται διάνοιαι ἐγγραφήσεσθαι ἀνθρώποις καὶ ἔμμονοι
ἔσεσθαι, πρῶτον μὲν νόμους ὑπάρξαι δεῖ τοιούτους δι’ ὧν
τοῖς μὲν ἀγαθοῖς ἔντιμος καὶ ἐλευθέριος ὁ βίος παρα-
σκευασθήσεται, τοῖς δὲ κακοῖς ταπεινός τε καὶ ἀλγεινὸς καὶ
ἀβίωτος ὁ αἰὼν ἐπανακείσεται; [3.3.53] ἔπειτα διδασκάλους οἶμαι δεῖ
καὶ ἄρχοντας ἐπὶ τούτοις γενέσθαι οἵ τινες δείξουσί τε
ὀρθῶς καὶ διδάξουσι καὶ ἐθιοῦσι ταῦτα δρᾶν, ἔστ’ ἂν
ἐγγένηται αὐτοῖς τοὺς μὲν ἀγαθοὺς καὶ εὐκλεεῖς εὐδαιμονε-
στάτους τῷ ὄντι νομίζειν, τοὺς δὲ κακοὺς καὶ δυσκλεεῖς
ἀθλιωτάτους ἁπάντων ἡγεῖσθαι. οὕτω γὰρ δεῖ διατεθῆναι
τοὺς μέλλοντας τοῦ ἀπὸ τῶν πολεμίων φόβου τὴν μάθησιν
κρείττονα παρέξεσθαι. [3.3.54] εἰ δέ τοι ἰόντων εἰς μάχην σὺν
ὅπλοις, ἐν ᾧ πολλοὶ καὶ τῶν παλαιῶν μαθημάτων ἐξίστανται,
ἐν τούτῳ δυνήσεταί τις ἀπορραψῳδήσας παραχρῆμα ἄνδρας
πολεμικοὺς ποιῆσαι, πάντων ἂν ῥᾷστον εἴη καὶ μαθεῖν καὶ
διδάξαι τὴν μεγίστην τῶν ἐν ἀνθρώποις ἀρετήν. [3.3.55] ἐπεὶ ἔγωγ’,
ἔφη, οὐδ’ ἂν τούτοις ἐπίστευον ἐμμόνοις ἔσεσθαι οὓς νῦν
ἔχοντες παρ’ ἡμῖν αὐτοῖς ἠσκοῦμεν, εἰ μὴ καὶ ὑμᾶς ἑώρων
παρόντας, οἳ καὶ παράδειγμα αὐτοῖς ἔσεσθε οἵους χρὴ εἶναι
καὶ ὑποβαλεῖν δυνήσεσθε, ἤν τι ἐπιλανθάνωνται. τοὺς δ’
ἀπαιδεύτους παντάπασιν ἀρετῆς θαυμάζοιμ’ ἄν, ἔφη, ὦ
Χρυσάντα, εἴ τι πλέον ἂν ὠφελήσειε λόγος καλῶς ῥηθεὶς
εἰς ἀνδραγαθίαν ἢ τοὺς ἀπαιδεύτους μουσικῆς ᾆσμα καλῶς
ᾀσθὲν εἰς μουσικήν.
|