Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 3.2.12–3.2.16

Ο Κύρος και οι Χαλδαίοι
Ο βασιλιάς των Αρμενίων υποσχέθηκε (βλ. και ΞΕΝ ΚΠαιδ 3.1.14–3.1.22) να καταβάλλει πλέον φόρους στον Κυαξάρη, να δώσει χρήματα στον Κύρο και να στείλει στράτευμα υπό τον γιο του Τιγράνη, για να πολεμήσει στο πλευρό των Μήδων. Όταν βρέθηκαν στα όρη των Χαλδαίων, ο Κύρος κατόρθωσε να καταλάβει κάποια από αυτά και να συλλάβει μερικούς αιχμαλώτους. Παράλληλα, βλέποντας την οχυρή τοποθεσία όπου βρίσκονταν οι υπόλοιποι Χαλδαίοι, ζήτησε από τον βασιλιά της Αρμενίας να έρθει με όλους τους ξυλουργούς και χτίστες της χώρας, για να χτίσουν φρούριο.

    [3.2.12] Ἐν δὲ τούτῳ προσάγουσι τῷ Κύρῳ τοὺς αἰχμαλώτους
δεδεμένους, τοὺς δέ τινας καὶ τετρωμένους. ὡς δὲ εἶδεν, εὐθὺς
λύειν μὲν ἐκέλευσε τοὺς δεδεμένους, τοὺς δὲ τετρωμένους
ἰατροὺς καλέσας θεραπεύειν ἐκέλευσεν· ἔπειτα δὲ ἔλεξε τοῖς
Χαλδαίοις ὅτι ἥκοι οὔτε ἀπολέσαι ἐπιθυμῶν ἐκείνους οὔτε
πολεμεῖν δεόμενος, ἀλλ’ εἰρήνην βουλόμενος ποιῆσαι Ἀρμε-
νίοις καὶ Χαλδαίοις. Πρὶν μὲν οὖν ἔχεσθαι τὰ ἄκρα οἶδ’ ὅτι
οὐδὲν ἐδεῖσθε εἰρήνης· τὰ μὲν γὰρ ὑμέτερα ἀσφαλῶς εἶχε,
τὰ δὲ τῶν Ἀρμενίων ἤγετε καὶ ἐφέρετε· νῦν δὲ ὁρᾶτε δὴ ἐν
οἵῳ ἐστέ. [3.2.13] ἐγὼ οὖν ἀφίημι ὑμᾶς οἴκαδε τοὺς εἰλημμένους, καὶ
δίδωμι ὑμῖν σὺν τοῖς ἄλλοις Χαλδαίοις βουλεύσασθαι εἴτε
βούλεσθε πολεμεῖν ἡμῖν εἴτε φίλοι εἶναι. καὶ ἢν μὲν πόλεμον
αἱρῆσθε, μηκέτι ἥκετε δεῦρο ἄνευ ὅπλων, εἰ σωφρονεῖτε· ἢν
δὲ εἰρήνης δοκῆτε δεῖσθαι, ἄνευ ὅπλων ἥκετε· ὡς δὲ καλῶς
ἕξει τὰ ὑμέτερα, ἢν φίλοι γένησθε, ἐμοὶ μελήσει. [3.2.14] ἀκού-
σαντες δὲ ταῦτα οἱ Χαλδαῖοι, πολλὰ μὲν ἐπαινέσαντες, πολλὰ
δὲ δεξιωσάμενοι τὸν Κῦρον ᾤχοντο οἴκαδε.

    Ὁ δὲ Ἀρμένιος ὡς ἤκουσε τήν τε κλῆσιν τοῦ Κύρου καὶ
τὴν πρᾶξιν, λαβὼν τοὺς τέκτονας καὶ τἆλλα ὅσων ᾤετο δεῖν,
ἧκε πρὸς τὸν Κῦρον ὡς ἐδύνατο τάχιστα. [3.2.15] ἐπεὶ δὲ εἶδε τὸν
Κῦρον, ἔλεξεν· Ὦ Κῦρε, ὡς ὀλίγα δυνάμενοι προορᾶν ἅν-
θρωποι περὶ τοῦ μέλλοντος πολλὰ ἐπιχειροῦμεν πράττειν.
νῦν γὰρ δὴ καὶ ἐγὼ ἐλευθερίαν μὲν μηχανᾶσθαι ἐπιχειρήσας
δοῦλος ὡς οὐδεπώποτε ἐγενόμην· ἐπεὶ δ’ ἑάλωμεν, σαφῶς
ἀπολωλέναι νομίσαντες νῦν ἀναφαινόμεθα σεσωσμένοι ὡς
οὐδεπώποτε. οἳ γὰρ οὐδεπώποτε ἐπαύοντο πολλὰ κακὰ ἡμᾶς
ποιοῦντες, νῦν ὁρῶ τούτους ἔχοντας ὥσπερ ἐγὼ ηὐχόμην.
[3.2.16] καὶ τοῦτο ἐπίστω, ἔφη, ὦ Κῦρε, ὅτι ἐγὼ ὥστε ἀπελάσαι
Χαλδαίους ἀπὸ τούτων τῶν ἄκρων πολλαπλάσια ἂν ἔδωκα
χρήματα ὧν σὺ νῦν ἔχεις παρ’ ἐμοῦ· καὶ ἃ ὑπισχνοῦ ποιήσειν
ἀγαθὰ ἡμᾶς ὅτ’ ἐλάμβανες τὰ χρήματα, ἀποτετέλεσταί σοι
ἤδη, ὥστε καὶ προσοφείλοντές σοι ἄλλας χάριτας ἀναπεφή-
ναμεν, ἃς ἡμεῖς γε, εἰ μὴ κακοί ἐσμεν, αἰσχυνοίμεθ’ ἄν σοι
μὴ ἀποδιδόντες.