Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 1.6.44–1.6.46

Η ανάγκη υπακοής στη θεϊκή καθοδήγηση
Στη συζήτηση που είχε ο Καμβύσης με τον Κύρο λίγο πριν ο τελευταίος αναχωρήσει για να παράσχει τη συνδρομή του στον Κυαξάρη (βλ. ΞΕΝ ΚΠαιδ 1.5.7–1.5.14 και ΞΕΝ ΚΠαιδ 1.6.20–1.6.26 ), ο Πέρσης βασιλιάς προσπάθησε να εφοδιάσει το γιο του με κάποιες θεμελιώδεις γνώσεις στρατηγικής, προτού επισφραγίσει τα λεγόμενά του με τη σημαντικότερη κατά την γνώμη του διδαχή, την ανάγκη τυφλής υπακοής στη θεϊκή καθοδήγηση.

    [1.6.44] Μάθε δέ μου καὶ τάδε, ἔφη, ὦ παῖ, τὰ μέγιστα· παρὰ
γὰρ ἱερὰ καὶ οἰωνοὺς μήτε σαυτῷ μηδέποτε μήτε στρατιᾷ
κινδυνεύσῃς, κατανοῶν ὡς ἄνθρωποι μὲν αἱροῦνται πράξεις
εἰκάζοντες, εἰδότες δὲ οὐδὲν ἀπὸ ποίας ἔσται αὐτοῖς τὰ
ἀγαθά. [1.6.45] γνοίης δ’ ἂν ἐξ αὐτῶν τῶν γιγνομένων· πολλοὶ μὲν
γὰρ ἤδη πόλεις ἔπεισαν καὶ ταῦτα οἱ δοκοῦντες σοφώτατοι
εἶναι πόλεμον ἄρασθαι πρὸς τούτους ὑφ’ ὧν οἱ πεισθέντες
ἐπιθέσθαι ἀπώλοντο, πολλοὶ δὲ πολλοὺς ηὔξησαν καὶ ἰδιώτας
καὶ πόλεις ὑφ’ ὧν αὐξηθέντων τὰ μέγιστα κακὰ ἔπαθον,
πολλοὶ δὲ οἷς ἐξῆν φίλοις χρῆσθαι καὶ εὖ ποιεῖν καὶ εὖ
πάσχειν, τούτοις δούλοις μᾶλλον βουληθέντες ἢ φίλοις
χρῆσθαι, ὑπ’ αὐτῶν τούτων δίκην ἔδοσαν· πολλοῖς δ’ οὐκ
ἤρκεσεν αὐτοῖς τὸ μέρος ἔχουσι ζῆν ἡδέως, ἐπιθυμήσαντες
δὲ πάντων κύριοι εἶναι, διὰ ταῦτα καὶ ὧν εἶχον ἀπέτυχον·
πολλοὶ δὲ τὸν πολύευκτον πλοῦτον κατακτησάμενοι, διὰ
τοῦτον ἀπώλοντο. [1.6.46] οὕτως ἡ ἀνθρωπίνη σοφία οὐδὲν μᾶλλον
οἶδε τὸ ἄριστον αἱρεῖσθαι ἢ εἰ κληρούμενος ὅ τι λάχοι τοῦτό
τις πράττοι. θεοὶ δέ, ὦ παῖ, αἰεὶ ὄντες πάντα ἴσασι τά τε
γεγενημένα καὶ τὰ ὄντα καὶ ὅ τι ἐξ ἑκάστου αὐτῶν ἀποβή-
σεται, καὶ τῶν συμβουλευομένων ἀνθρώπων οἷς ἂν ἵλεῳ ὦσι,
προσημαίνουσιν ἅ τε χρὴ ποιεῖν καὶ ἃ οὐ χρή. εἰ δὲ μὴ
πᾶσιν ἐθέλουσι συμβουλεύειν, οὐδὲν θαυμαστόν· οὐ γὰρ
ἀνάγκη αὐτοῖς ἐστιν ὧν ἂν μὴ θέλωσιν ἐπιμελεῖσθαι.