Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 1.5.7–1.5.14

Ο Κύρος εμψυχώνει τους Πέρσες αριστοκράτες που θα πολεμήσουν εναντίον των Ασσυρίων
Μετά τον θάνατο του Αστυάγη βασιλιάς των Μήδων έγινε ο γιος του Κυαξάρης, θείος του Κύρου. Επειδή οι Ασσύριοι προετοιμάζονταν για εκστρατεία εναντίον του, ζήτησε και πέτυχε τη συνδρομή του Καμβύση με την αποστολή στρατεύματος υπό τον ενήλικο πλέον Κύρο. Παρακάτω ο Κύρος απευθύνεται στους αριστοκράτες που επελέγησαν ως αρχηγοί και εκλέκτορες των στρατιωτικών τμημάτων.

    [1.5.7] Ἄνδρες φίλοι, ἐγὼ προσειλόμην μὲν ὑμᾶς, οὐ νῦν πρῶ-
τον δοκιμάσας, ἀλλ’ ἐκ παίδων ὁρῶν ὑμᾶς ἃ μὲν καλὰ ἡ
πόλις νομίζει, προθύμως ταῦτα ἐκπονοῦντας, ἃ δὲ αἰσχρὰ
ἡγεῖται, παντελῶς τούτων ἀπεχομένους. ὧν δ’ ἕνεκα αὐτός
τε οὐκ ἄκων εἰς τόδε τὸ τέλος κατέστην καὶ ὑμᾶς παρεκά-
λεσα δηλῶσαι ὑμῖν βούλομαι. [1.5.8] ἐγὼ γὰρ κατενόησα ὅτι οἱ
πρόγονοι χείρονες μὲν ἡμῶν οὐδὲν ἐγένοντο· ἀσκοῦντες
γοῦν κἀκεῖνοι διετέλεσαν ἅπερ ἔργα ἀρετῆς νομίζεται· ὅ τι
μέντοι προσεκτήσαντο τοιοῦτοι ὄντες ἢ τῷ τῶν Περσῶν
κοινῷ ἀγαθὸν ἢ αὑτοῖς, τοῦτ’ οὐκέτι δύναμαι ἰδεῖν. [1.5.9] καίτοι
ἐγὼ οἶμαι οὐδεμίαν ἀρετὴν ἀσκεῖσθαι ὑπ’ ἀνθρώπων ὡς
μηδὲν πλέον ἔχωσιν οἱ ἐσθλοὶ γενόμενοι τῶν πονηρῶν, ἀλλ’
οἵ τε τῶν παραυτίκα ἡδονῶν ἀπεχόμενοι οὐχ ἵνα μηδέποτε εὐ-
φρανθῶσι, τοῦτο πράττουσιν, ἀλλ’ ὡς διὰ ταύτην τὴν ἐγκρά-
τειαν πολλαπλάσια εἰς τὸν ἔπειτα χρόνον εὐφρανούμενοι
οὕτω παρασκευάζονται· οἵ τε λέγειν προθυμούμενοι δεινοὶ
γενέσθαι οὐχ ἵνα εὖ λέγοντες μηδέποτε παύσωνται, τοῦτο
μελετῶσιν, ἀλλ’ ἐλπίζοντες τῷ λέγειν εὖ πείθοντες ἀνθρώ-
πους πολλὰ καὶ μεγάλα ἀγαθὰ διαπράξεσθαι· οἵ τε αὖ τὰ
πολεμικὰ ἀσκοῦντες οὐχ ὡς μαχόμενοι μηδέποτε παύσωνται,
τοῦτ’ ἐκπονοῦσιν, ἀλλὰ νομίζοντες καὶ οὗτοι τὰ πολεμικὰ
ἀγαθοὶ γενόμενοι πολὺν μὲν ὄλβον, πολλὴν δὲ εὐδαιμονίαν,
μεγάλας δὲ τιμὰς καὶ ἑαυτοῖς καὶ πόλει περιάψειν. [1.5.10] εἰ δέ
τινες ταῦτα ἐκπονήσαντες πρίν τινα καρπὸν ἀπ’ αὐτῶν κομί-
σασθαι περιεῖδον αὑτοὺς γήρᾳ ἀδυνάτους γενομένους, ὅμοιον
ἔμοιγε δοκοῦσι πεπονθέναι οἷον εἴ τις γεωργὸς ἀγαθὸς προ-
θυμηθεὶς γενέσθαι καὶ εὖ σπείρων καὶ εὖ φυτεύων, ὁπότε
καρποῦσθαι ταῦτα δέοι, ἐῴη τὸν καρπὸν ἀσυγκόμιστον εἰς
τὴν γῆν πάλιν καταρρεῖν. καὶ εἴ τίς γε ἀσκητὴς πολλὰ
πονήσας καὶ ἀξιόνικος γενόμενος ἀναγώνιστος διατελέσειεν,
οὐδ’ ἂν οὗτός μοι δοκεῖ δικαίως ἀναίτιος εἶναι ἀφροσύνης.
[1.5.11] ἀλλ’ ἡμεῖς, ὦ ἄνδρες, μὴ πάθωμεν ταῦτα, ἀλλ’ ἐπείπερ
σύνισμεν ἡμῖν αὐτοῖς ἀπὸ παίδων ἀρξάμενοι ἀσκηταὶ ὄντες
τῶν καλῶν κἀγαθῶν ἔργων, ἴωμεν ἐπὶ τοὺς πολεμίους, οὓς
ἐγὼ σαφῶς ἐπίσταμαι ἰδιώτας ὄντας ὡς πρὸς ἡμᾶς ἀγωνί-
ζεσθαι. οὐ γάρ πω οὗτοι ἱκανοί εἰσιν ἀγωνισταί, οἳ ἂν
τοξεύωσι καὶ ἀκοντίζωσι καὶ ἱππεύωσιν ἐπιστημόνως, ἢν
δέ που πονῆσαι δέῃ, τούτῳ λείπωνται, ἀλλ’ οὗτοι ἰδιῶταί
εἰσι κατὰ τοὺς πόνους· οὐδέ γε οἵτινες ἀγρυπνῆσαι δέον
ἡττῶνται τούτου, ἀλλὰ καὶ οὗτοι ἰδιῶται κατὰ τὸν ὕπνον·
οὐδέ γε οἱ ταῦτα μὲν ἱκανοί, ἀπαίδευτοι δὲ ὡς χρὴ καὶ
συμμάχοις καὶ πολεμίοις χρῆσθαι, ἀλλὰ καὶ οὗτοι δῆλον
ὡς τῶν μεγίστων παιδευμάτων ἀπείρως ἔχουσιν. [1.5.12] ὑμεῖς δὲ
νυκτὶ μὲν δήπου ὅσαπερ οἱ ἄλλοι ἡμέρᾳ δύναισθ’ ἂν χρῆ-
σθαι, πόνους δὲ τοῦ ζῆν ἡδέως ἡγεμόνας νομίζετε, λιμῷ δὲ
ὅσαπερ ὄψῳ διαχρῆσθε, ὑδροποσίαν δὲ ῥᾷον τῶν λεόντων
φέρετε, κάλλιστον δὲ πάντων καὶ πολεμικώτατον κτῆμα εἰς
τὰς ψυχὰς συγκεκόμισθε· ἐπαινούμενοι γὰρ μᾶλλον ἢ τοῖς
ἄλλοις ἅπασι χαίρετε. τοὺς δ’ ἐπαίνου ἐραστὰς ἀνάγκη
διὰ τοῦτο πάντα μὲν πόνον, πάντα δὲ κίνδυνον ἠδέως ὑπο-
δύεσθαι. [1.5.13] εἰ δὲ ταῦτα ἐγὼ λέγω περὶ ὑμῶν ἄλλῃ γιγνώ-
σκων, ἐμαυτὸν ἐξαπατῶ. ὅ τι γὰρ μὴ τοιοῦτον ἀποβήσεται
παρ’ ὑμῶν, εἰς ἐμὲ τὸ ἐλλεῖπον ἥξει. ἀλλὰ πιστεύω τοι
τῇ πείρᾳ καὶ τῇ ὑμῶν εἰς ἐμὲ εὐνοίᾳ καὶ τῇ τῶν πολεμίων
ἀνοίᾳ μὴ ψεύσειν με ταύτας τὰς ἀγαθὰς ἐλπίδας. ἀλλὰ
θαρροῦντες ὁρμώμεθα, ἐπειδὴ καὶ ἐκποδὼν ἡμῖν γεγένηται
τὸ δόξαι τῶν ἀλλοτρίων ἀδίκως ἐφίεσθαι. νῦν γὰρ ἔρχονται
μὲν οἱ πολέμιοι ἄρχοντες ἀδίκων χειρῶν, καλοῦσι δὲ ἡμᾶς
ἐπικούρους οἱ φίλοι· τί οὖν ἐστιν ἢ τοῦ ἀλέξασθαι δικαιό-
τερον ἢ τοῦ τοῖς φίλοις ἀρήγειν κάλλιον; [1.5.14] ἀλλὰ μὴν κἀκεῖνο
οἶμαι ὑμᾶς θαρρεῖν, τὸ μὴ παρημεληκότα με τῶν θεῶν τὴν
ἔξοδον ποιεῖσθαι· πολλὰ γάρ μοι συνόντες ἐπίστασθε οὐ
μόνον τὰ μεγάλα ἀλλὰ καὶ τὰ μικρὰ πειρώμενον ἀεὶ ἀπὸ
θεῶν ὁρμᾶσθαι. τέλος εἶπε· Τί δεῖ ἔτι λέγειν; ἀλλ’ ὑμεῖς
μὲν τοὺς ἄνδρας ἑλόμενοι καὶ ἀναλαβόντες καὶ τἆλλα παρα-
σκευασάμενοι ἴτε ἐς Μήδους· ἐγὼ δ’ ἐπανελθὼν πρὸς τὸν
πατέρα πρόειμι δή, ὅπως τὰ τῶν πολεμίων ὡς τάχιστα
μαθὼν οἷά ἐστι παρασκευάζωμαι ὅ τι ἂν δέωμαι, ὅπως
ὡς κάλλιστα σὺν θεῷ ἀγωνιζώμεθα. οἱ μὲν δὴ ταῦτα
ἔπραττον.