Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 1.4.25–1.4.26

Η αναχώρηση από τη Μηδία
Στο διάστημα που έμεινε κοντά στον παππού του Αστυάγη, ο Κύρος φανέρωσε τα πνευματικά και ψυχικά του χαρίσματα, ιδίως όταν τον βοήθησε να αντιμετωπίσει κάποιους Ασσυρίους, που κυνηγώντας είχαν εισέλθει στη μηδική επικράτεια.

    [1.4.25] Ἐν μὲν δὴ Μήδοις ταῦτα ἐγεγένητο, καὶ οἵ τε ἄλλοι
πάντες τὸν Κῦρον διὰ στόματος εἶχον καὶ ἐν λόγῳ καὶ ἐν
ᾠδαῖς, ὅ τε Ἀστυάγης καὶ πρόσθεν τιμῶν αὐτὸν τότε
ὑπερεξεπέπληκτο ἐπ’ αὐτῷ. Καμβύσης δὲ ὁ τοῦ Κύρου
πατὴρ ἥδετο μὲν πυνθανόμενος ταῦτα, ἐπεὶ δ’ ἤκουσεν ἔργα
ἀνδρὸς ἤδη διαχειριζόμενον τὸν Κῦρον, ἀπεκάλει δή, ὅπως
τὰ ἐν Πέρσαις ἐπιχώρια ἐπιτελοίη. καὶ ὁ Κῦρος δὲ ἐνταῦθα
λέγεται εἰπεῖν ὅτι ἀπιέναι βούλοιτο, μὴ ὁ πατήρ τι ἄχθοιτο
καὶ ἡ πόλις μέμφοιτο. καὶ τῷ Ἀστυάγει δὲ ἐδόκει εἶναι
ἀναγκαῖον ἀποπέμπειν αὐτόν. ἔνθα δὴ ἵππους τε αὐτῷ
δοὺς οὓς αὐτὸς ἐπεθύμει λαβεῖν καὶ ἄλλα συσκευάσας πολλὰ
ἔπεμπε καὶ διὰ τὸ φιλεῖν αὐτὸν καὶ ἅμα ἐλπίδας ἔχων
μεγάλας ἐν αὐτῷ ἄνδρα ἔσεσθαι ἱκανὸν καὶ φίλους ὠφελεῖν
καὶ ἐχθροὺς ἀνιᾶν. ἀπιόντα δὲ τὸν Κῦρον προὔπεμπον
πάντες [καὶ παῖδες] καὶ ἥλικες καὶ ἄνδρες καὶ γέροντες ἐφ’
ἵππων καὶ Ἀστυάγης αὐτός, καὶ οὐδένα ἔφασαν ὅντιν’ οὐ
δακρύοντ’ ἀποστρέφεσθαι. [1.4.26] καὶ Κῦρον δὲ αὐτὸν λέγεται
σὺν πολλοῖς δακρύοις ἀποχωρῆσαι. πολλὰ δὲ δῶρα δια-
δοῦναί φασιν αὐτὸν τοῖς ἡλικιώταις ὧν Ἀστυάγης αὐτῷ
ἐδεδώκει, τέλος δὲ καὶ ἣν εἶχε στολὴν τὴν Μηδικὴν ἐκδύντα
δοῦναί τινι, δηλοῦνθ’ ὅτι τοῦτον μάλιστα ἠσπάζετο. τοὺς
μέντοι λαβόντας καὶ δεξαμένους τὰ δῶρα λέγεται Ἀστυάγει
ἀπενεγκεῖν, Ἀστυάγην δὲ δεξάμενον Κύρῳ ἀποπέμψαι, τὸν
δὲ πάλιν τε ἀποπέμψαι εἰς Μήδους καὶ εἰπεῖν· Εἰ βούλει,
ὦ πάππε, ἐμὲ καὶ πάλιν ἰέναι ὡς σὲ μὴ αἰσχυνόμενον, ἔα
ἔχειν εἴ τῳ τι ἐγὼ δέδωκα· Ἀστυάγην δὲ ταῦτα ἀκούσαντα
ποιῆσαι ὥσπερ Κῦρος ἐπέστειλεν.